previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[15] τοσάδε μὲν δὴ Καῖσαρ ὑπατεύων ἔπραξε καὶ τὴν ἀρχὴν ἀποθέμενος ἐπὶ τὴν ἑτέραν εὐθὺς ἐξῄει: Κικέρωνα δὲ γράφεται Κλώδιος παρανόμων, ὅτι πρὸ δικαστηρίου τοὺς ἀμφὶ Λέντλον καὶ Κέθηγον ἀνέλοι. δ᾽ ἐς τὸ ἔργον ἐκεῖνο γενναιοτάτῳ λήματι κεχρημένος ἀσθενέστατος ἐς τὴν δίκην ἐγίγνετο, καὶ ταπεινὴν ἐσθῆτα ἐπικείμενος γέμων τε αὐχμοῦ καὶ ῥύπου προσέπιπτεν οἷς ἐντύχοι κατὰ τοὺς στενωπούς, οὐδὲ τοῖς ἀγνῶσιν ἐνοχλεῖν αἰδούμενος, ὥστε αὐτῷ τὸ ἔργον διὰ τὴν ἀπρέπειαν ἀπὸ οἴκτου μεταπίπτειν ἐς γέλωτα. ἐς τοσοῦτο δειλίας περὶ μίαν οἰκείαν δίκην κατέπεσεν, ὃς τὸν ὅλον βίον ἐν ἀλλοτρίαις ἐξήταστο λαμπρῶς, οἷόν τι καὶ Δημοσθένη φασὶ τὸν Ἀθηναῖον οὐδ᾽ ὑποστῆναι τὴν ἑαυτοῦ δίκην, ἀλλὰ πρὸ τοῦ ἀγῶνος φυγεῖν. Κλωδίου δὲ καὶ τὰς παρακλήσεις αὐτῷ σὺν ὕβρει διακόπτοντος ἐν τοῖς στενωποῖς, ἀπέγνω πάνθ᾽ Κικέρων καὶ ἔφευγεν ἑκούσιον καὶ ὅδε φυγήν, καὶ φίλων αὐτῷ πλῆθος συνεξῄει, καὶ βουλὴ συνίστη τὸν ἄνδρα πόλεσι τε καὶ βασιλεῦσι καὶ δυνάσταις. Κλώδιος δ᾽ αὐτῷ τὴν οἰκίαν καὶ τὰς ἐπαύλεις ἐπικατέσκαπτεν ἐπαιρόμενός τε καὶ τῷδε ἀντιπαρεβάλλετο ἤδη καὶ Πομπηίῳ τὸ μέγιστον ἐν τῇ πόλει κράτος ἔχοντι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
hide References (1 total)
  • Cross-references to this page (1):
    • Dictionary of Greek and Roman Geography (1854), ROMA
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: