Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[154] ἐγένοντο δὲ καὶ ἐς ἐπιστήμην τῆς ἀρετῆς, τῆς τε πατρίου καὶ Ἑλληνικῆς καὶ ξένης, φιλόκαλοι, τὰ μὲν Ἰνδῶν Ἀλέξανδρος ἐξετάζων τοὺς Βραχμᾶνας, οἳ δοκοῦσιν Ἰνδῶν εἶναι μετεωρολόγοι τε καὶ σοφοὶ καθὰ Περσῶν οἱ Μάγοι, τὰ δὲ Αἰγυπτίων ὁ Καῖσαρ, ὅτε ἐν Αἰγύπτῳ γενόμενος καθίστατο Κλεοπάτραν. ὅθεν ἄρα καὶ τῶν εἰρηνικῶν πολλὰ Ῥωμαίοις διωρθώσατο καὶ τὸν ἐνιαυτὸν ἀνώμαλον ἔτι ὄντα διὰ τοὺς ἔσθ᾽ ὅτε μῆνας ἐμβολίμους ῾κατὰ γὰρ σελήνην αὐτοῖς ἠριθμεῖτὀ ἐς τὸν τοῦ ἡλίου δρόμον μετέβαλεν, ὡς ἦγον Αἰγύπτιοι. συνέβη δὲ αὐτῷ καὶ τῶν ἐς τὸ σῶμα ἐπιβουλευσάντων μηδένα διαφυγεῖν, ἀλλὰ τῷ παιδὶ δοῦναι δίκην ἀξίαν, καθάπερ Ἀλεξάνδρῳ τοὺς Φίλιππον ἀνελόντας. ὅπως δὲ ἔδοσαν, αἱ ἑξῆς βίβλοι δεικνύουσιν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.