previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[142] τοιαῦτα τοῦ Βρούτου λέγοντος ἀκροώμενοί τε ἔτι πάντες καὶ διαλυόμενοι κατὰ σφᾶς ἐπῄνουν ὡς δικαιότατα, καὶ τοὺς ἄνδρας ὡς ἀκαταπλήκτους δὴ καὶ μάλιστα φιλοδήμους ἐν θαύματι ἐποιοῦντο, καὶ ἐς εὔνοιαν πρὸς αὐτοὺς μετετίθεντο καὶ ἐς τὴν ἐπιοῦσαν αὐτοῖς συμπράξειν ἔμελλον. ἅμα δὲ ἡμέρᾳ οἱ μὲν ὕπατοι τὸ πλῆθος ἐς ἐκκλησίαν συνεκάλουν, καὶ ἀνεγινώσκετο αὐτοῖς τὰ δόξαντα, καὶ Κικέρων πολὺ τῆς ἀμνηστίας ἐγκώμιον ἐπέλεγεν: οἱ δὲ ἡδόμενοι κατεκάλουν ἐκ τοῦ ἱεροῦ τοὺς ἀμφὶ τὸν Κάσσιον. καὶ οἵδε ἀναπέμπειν αὑτοῖς ἐν τοσῷδε ὅμηρα ἐκέλευον, καὶ ἀνεπέμποντο οἱ παῖδες Ἀντωνίου τε καὶ Λεπίδου. ὀφθέντων δὲ τῶν ἀμφὶ τὸν Βροῦτον κρότος ἦν καὶ βοή, καὶ τῶν ὑπάτων εἰπεῖν τι βουλομένων οὐκ ἀνασχόμενοι δεξιώσασθαι αὐτοὺς καὶ συναλλαγῆναι πρότερον ἐκέλευον. καὶ γίγνεται μὲν οὕτω, καὶ διεσείετο μάλιστα τοῖς ὑπάτοις γνώμη ὑπὸ δέους φθόνου, ὡς τῶν ἀνδρῶν καὶ τὰ ἄλλα αὑτοὺς ὑπεροισόντων ἐν τῇ πολιτείᾳ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: