previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[89] διασωθεὶς δ᾽ οὕτω παραδόξως Καῖσαρ καὶ τὸν Ἑλλήσποντον περαιωθεὶς Ἴωσι μὲν καὶ Αἰολεῦσι καὶ ὅσα ἄλλα ἔθνη τὴν μεγάλην χερρόνησον οἰκοῦσι ῾καὶ καλοῦσιν αὐτὰ ἑνὶ ὀνόματι Ἀσίαν τὴν κάτὠ, συνεγίγνωσκε πρεσβευομένοις ἐς αὐτὸν καὶ παρακαλοῦσι, πυθόμενος δὲ Πομπήιον ἐπ᾽ Αἰγύπτου φέρεσθαι διέπλευσεν ἐς Ῥόδον. καὶ οὐδ᾽ ἐνταῦθα τὸν στρατὸν αὑτοῦ κατὰ μέρη προσιόντα περιμείνας ἐς τὰς Κασσίου καὶ Ῥοδίων τριήρεις ἐνέβη σὺν τοῖς παροῦσιν: οὐδενί τε ἐκφήνας, ὅπῃ τὸν πλοῦν ποιήσεται, περὶ ἑσπέραν ἀνήγετο, ἐπαγγείλας τοῖς λοιποῖς κυβερνήταις πρὸς τὸν λαμπτῆρα τῆς ἑαυτοῦ νεὼς καὶ μεθ᾽ ἡμέραν πρὸς τὸ σημεῖον εὐθύνειν: τῷ δ᾽ αὑτοῦ κυβερνήτῃ, πολὺ τῆς γῆς ἀποσχών, προσέταξεν ἐς Ἀλεξάνδρειαν φέρεσθαι. καὶ μὲν τρισὶν ἡμέραις πελάγιος ἀμφὶ τὴν Ἀλεξάνδρειαν ἦν: ἐσδέχονται δ᾽ αὐτὸν οἱ τοῦ βασιλέως ἐπιτροπεύοντες, ἔτι τοῦ βασιλέως ἀμφὶ τὸ Κάσσιον ὄντος. καὶ πρῶτα μὲν ἀπραγμοσύνην τινὰ διὰ τὴν ὀλιγότητα τῶν συνόντων ὑπεκρίνετο φιλοφρόνως τε τοὺς ἐντυγχάνοντας ἐξεδέχετο καὶ τὴν πόλιν περιιὼν τοῦ κάλλους ἐθαύμαζε καὶ τῶν φιλοσόφων μετὰ τοῦ πλήθους ἑστὼς ἠκροᾶτο: ὅθεν αὐτῷ χάρις τε καὶ δόξα ἀγαθὴ ὡς ἀπράγμονι παρὰ τοῖς Ἀλεξανδρεῦσιν ἐφύετο.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: