previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[87] Λεύκιος δὲ Σκιπίων, κηδεστὴς τοῦ Πομπηίου, καὶ ὅσοι ἄλλοι τῶν ἐπιφανῶν ἐκ τοῦ κατὰ Φάρσαλον ἔργου διεπεφεύγεσαν, ἐπὶ Κερκύρας ἠπείγοντο πρὸς Κάτωνα, ἑτέρου στρατοῦ καὶ τριακοσίων τριήρων ἄρχειν ὑπολελειμμένον, εὐβουλότερον οἵδε τοῦ Πομπηίου. καὶ αὐτῶν οἱ περιφανέστατοι νειμάμενοι τὸ ναυτικόν, Κάσσιος μὲν ἐς τὸν Πόντον ἔπλει πρὸς Φαρνάκην ὡς ἀναστήσων αὐτὸν ἐπὶ Καίσαρα, Σκιπίων δὲ καὶ Κάτων ἐς Λιβύην ἔπλεον, Οὐάρῳ τε πίσυνοι καὶ τῷ μετὰ Οὐάρου στρατῷ καὶ Ἰόβᾳ Νομάδων βασιλεῖ συμμαχοῦντι. Πομπήιος δ᾽, τοῦ Πομπηίου πρεσβύτερος υἱός, καὶ Λαβιηνὸς σὺν αὐτῷ καὶ Σκάπλας τὸ μέρος ἔχοντες ἠπείγοντο ἐς Ἰβηρίαν καὶ αὐτὴν ἀποστήσαντες ἀπὸ τοῦ Καίσαρος στρατὸν ἄλλον ἐξ αὐτῶν Ἰβήρων τε καὶ Κελτιβήρων καὶ θεραπόντων συνέλεγον ἔν τε παρασκευῇ μείζονι ἐγίγνοντο. τηλικαῦται δυνάμεις τῆς Πομπηίου παρασκευῆς ἦσαν ὑπόλοιποι, καὶ αὐτῶν ὑπὸ θεοβλαβείας ὑπεριδὼν Πομπήιος ἔφυγε. τῶν δ᾽ ἐν Λιβύῃ Κάτωνα σφῶν στρατηγεῖν αἱρουμένων, Κάτων οὐχ ὑπέστη παρόντων ἀνδρῶν ὑπάτων, οἳ κατ᾽ ἀξίωσιν ἐπρέσβευον αὐτοῦ μόνην ἀρχὴν ἄρξαντος ἐν Ῥώμῃ τὴν στρατηγίδα. γίγνεται μὲν δὴ Λεύκιος Σκιπίων αὐτοκράτωρ, καὶ στρατὸς κἀνταῦθα πολὺς ἠθροίζετο καὶ ἐγυμνάζετο. καὶ δύο αἵδε μάλιστα ἀξιόλογοι παρασκευαί, περὶ Λιβύην καὶ Ἰβηρίαν, ἐπὶ Καίσαρα συνεκροτοῦντο.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: