previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[55] τάδε μὲν δὴ φόνοι καὶ στάσεις ἔτι ἦσαν ἐμφύλιοι κατὰ μέρη: μετὰ δὲ τοῦτο στρατοῖς μεγάλοις οἱ στασίαρχοι πολέμου νόμῳ συνεπλέκοντο ἀλλήλοις, καὶ πατρὶς ἆθλον ἔκειτο ἐν μέσῳ. ἀρχὴ δ᾽ ἐς ταῦτα καὶ πάροδος, εὐθὺς ἐπὶ τῷ συμμαχικῷ πολέμῳ, ἥδε ἐγίγνετο.

ἐπειδὴ Μιθριδάτης τοῦ Πόντου καὶ ἄλλων ἐθνῶν βασιλεὺς ἐς Βιθυνίαν καὶ Φρυγίαν καὶ τὴν ὅμορον αὐταῖς Ἀσίαν ἐνέβαλεν, ὥς μοι κατὰ τὴν βίβλον εἴρηται τὴν πρὸ τῆσδε, Σύλλας μὲν ὑπατεύων ἔλαχε στρατηγεῖν τῆς Ἀσίας καὶ τοῦδε τοῦ Μιθριδατείου πολέμου ῾καὶ ἦν ἔτι ἐν Ῥώμᾐ, Μάριος δὲ τὸν πόλεμον εὐχερῆ τε καὶ πολύχρυσον ἡγούμενος εἶναι καὶ ἐπιθυμῶν τῆς στρατηγίας ὑπηγάγετό οἱ συμπράσσειν ἐς τοῦτο Πούπλιον Σουλπίκιον δήμαρχον ὑποσχέσεσι πολλαῖς καὶ τοὺς ἐκ τῆς Ἰταλίας νεοπολίτας, μειονεκτοῦντας ἐπὶ ταῖς χειροτονίαις, ἐπήλπιζεν ἐς τὰς φυλὰς ἁπάσας διαιρήσειν, οὐ προλέγων μέν τι περὶ τῆς ἑαυτοῦ χρείας, ὡς δὲ ὑπηρέταις ἐς πάντα χρησόμενος εὔνοις. καὶ νόμον αὐτίκα Σουλπίκιος ἐσέφερε περὶ τοῦδε: οὗ κυρωθέντος ἔμελλε πᾶν τι βούλοιτο Μάριος Σουλπίκιος ἔσεσθαι, τῶν νεοπολιτῶν πολὺ παρὰ τοὺς ἀρχαίους πλειόνων ὄντων. οἱ δ᾽ ἀρχαιότεροι συνορῶντες ταῦτα ἐγκρατῶς τοῖς νεοπολίταις διεφέροντο. ξύλοις δὲ καὶ λίθοις χρωμένων αὐτῶν ἐς ἀλλήλους καὶ μείζονος αἰεὶ γιγνομένου τοῦ κακοῦ, δείσαντες οἱ ὕπατοι περὶ τῇ δοκιμασίᾳ τοῦ νόμου πλησιαζούσῃ προύγραψαν ἡμερῶν ἀργίας πολλῶν, ὁποῖον ἐν ταῖς ἑορταῖς εἴωθε γίγνεσθαι, ἵνα τις ἀναβολὴ γένοιτο τῆς χειροτονίας καὶ τοῦ κακοῦ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: