previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[31] ταῦτα δ᾽ εἰπὼν καὶ τέλος οὐδὲν ἀναμείνας, πάντων ἔτι σιωπώντων ὑπ᾽ ἐκπλήξεως ἐπὶ τῇ ἐνέδρᾳ καὶ τῷ χρόνῳ δεδαπανημένῳ, οὐδ᾽ ἐνθυμηθῆναί τι παρασχὼν αὐτοῖς ἐξανίστατο ἐς τὸν τοῦ Κρόνου νεών, οὗ τοῖς ταμίαις ἐχρῆν ὀμνύναι, καὶ ὤμνυε σὺν τοῖς φίλοις πρῶτος. ὤμνυον δὲ καὶ οἱ λοιποί, τὸ ἑαυτοῦ δεδιὼς ἕκαστος: Μέτελλος δ᾽ οὐκ ὤμοσε μόνος, ἀλλ᾽ ἐπὶ τῆς ἑαυτοῦ προαιρέσεως διέμεινεν ἀφόβως. καὶ αὐτὸν εὐθὺς τῆς ἐπιούσης Ἀπουλήιος ἐπιπέμψας τὸν ὑπηρέτην ἐξεῖλκεν ἀπὸ τοῦ βουλευτηρίου. ῥυομένων δὲ τῶν ἑτέρων δημάρχων, Γλαυκίας καὶ Ἀπουλήιος ἐς τοὺς ἀγροίκους ἐκδραμόντες οὐκ ἔφασκον αὐτοῖς ἔσεσθαι τὴν γῆν οὐδὲ τὸν νόμον κύριον, εἰ μὴ Μέτελλος ἐξελαθείη. ψήφισμά τε φυγῆς ἐπέγραφον αὐτῷ καὶ τοὺς ὑπάτους ἐπικηρῦξαι προσετίθεσαν μηδένα Μετέλλῳ κοινωνεῖν πυρὸς ὕδατος στέγης: ἔς τε τὴν δοκιμασίαν τοῦδε τοῦ ψηφίσματος ἡμέραν προύγραφον. δεινῆς δὲ τῶν ἀστικῶν ἀγανακτήσεως οὔσης καὶ παραπεμπόντων Μέτελλον αἰεὶ σὺν ξιφιδίοις, Μέτελλος αὐτοὺς ἀσπασάμενος καὶ ἐπαινέσας τῆς προαιρέσεως οὐκ ἔφη δι᾽ ἑαυτὸν ἐάσειν οὐδένα κίνδυνον ἐπιγενέσθαι τῇ πατρίδι. καὶ τόδε εἰπὼν ὑπεξῆλθε τῆς πόλεως. καὶ τὸ ψήφισμα Ἀπουλήιος ἐκύρου, καὶ τὰ ἐν τῷ ψηφίσματι Μάριος ἐπεκήρυττεν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
hide References (1 total)
  • Cross-references to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: