previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[97] δ᾽, ἐπεί οἱ πάντα, ὡς ἐβούλετο, ἐπὶ τοῖς ἐχθροῖς διῴκητο καὶ πολέμιον οὐδὲν ἦν ἔτι πλὴν Σερτωρίου μακρὰν ὄντος, Μέτελλον μὲν ἐπὶ τοῦτον ἐξέπεμπεν ἐς Ἰβηρίαν, τὰ δ᾽ ἐν τῇ πόλει καθίστατο ἅπαντα ἐφ᾽ ἑαυτοῦ, καθ᾽ ὃν ἐβούλετο τρόπον. νόμου γὰρ χειροτονίας κλήρου λόγος οὐκ ἦν ἔτι, πεφρικότων ὑπὸ δέους πάντων καὶ κρυπτομένων σιωπώντων: οἳ καὶ πάντα, ὅσα διῴκησεν Σύλλας ὑπατεύων τε καὶ ἀνθυπατεύων, βέβαια καὶ ἀνεύθυνα ἐψηφίζοντο εἶναι εἰκόνα τε αὐτοῦ ἐπίχρυσον ἐπὶ ἵππου πρὸ τῶν ἐμβόλων ἀνέθεσαν καὶ ὑπέγραψανΚορνηλίου Σύλλα ἡγεμόνος Εὐτυχοῦς.’ ὧδε γὰρ αὐτὸν οἱ κόλακες, διευτυχοῦντα ἐπὶ τοῖς ἐχθροῖς, ὠνόμαζον: καὶ προῆλθεν ἐς βέβαιον ὄνομα κολακεία. ἤδη δέ που γραφῇ περιέτυχον ἡγουμένῃ τὸν Σύλλαν Ἐπαφρόδιτον ἐν τῷδε τῷ ψηφίσματι ἀναγραφῆναι, καὶ οὐκ ἀπεικὸς ἐφαίνετό μοι καὶ τόδε, ἐπεὶ καὶ Φαῦστος ἐπωνομάζετο: δύναται δὲ τοῦ αἰσίου καὶ ἐπαφροδίτου ἀγχοτάτω μάλιστα εἶναι τὸ ὄνομα. ἔστι δ᾽ ὅπου καὶ χρησμὸς αὐτῷ δοθεὶς ἐβεβαίου τάδε σκεπτομένῳ τὰ μέλλοντα. “πείθεὸ μοι, Ῥωμαῖε. κράτος μέγα Κύπρις ἔδωκεν
Αἰνείου γενεῇ μεμελημένη. ἀλλὰ σὺ πᾶσιν
ἀθανάτοις ἐπέτεια τίθει. μὴ λήθεο τῶνδε:
Δελφοῖς δῶρα κόμιζε. καὶ ἔστι τις ἀμβαίνουσι
Ταύρου ὑπὸ νιφόεντος, ὅπου περιμήκετον ἄστυ
Καρῶν, οἳ ναίουσιν ἐπώνυμον ἐξ Ἀφροδίτης:
πέλεκυν θέμενος λήψῃ κράτος ἀμφιλαφές σοι.

ὁπότερα δ᾽ αὐτῶν ἐψηφίσαντο Ῥωμαῖοι τὴν εἰκόνα τιθέντες, δοκοῦσί μοι παρασκώπτοντες ἐκμειλισσόμενοι τὸν ἄνδρα ἐπιγράψαι. ἔπεμψε δὲ καὶ στέφανον χρύσεον καὶ πέλεκυν, ἐπιγράψας τάδε: “τόνδε σοι αὐτοκράτωρ Σύλλας ἀνέθηκ᾽, Ἀφροδίτη,
σ᾽ εἶδον κατ᾽ ὄνειρον ἀνὰ στρατιὴν διέπουσαν
τεύχεσι τοῖς Ἄρεος μαρναμένην ἔνοπλον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: