previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[101] ἐς ἅπαντα δ᾽ ἦν οὕτω φοβερὸς καὶ ἄκρος ὀργήν, ὡς καὶ Κόιντον Λουκρήτιον Ὀφέλλαν τὸν Πραινεστὸν αὐτῷ λαβόντα καὶ Μάριον τὸν ὕπατον ἐκπεπολιορκηκότα καὶ τὸ τέλος αὐτῷ τῆς νίκης συναγαγόντα, ὑπατεύειν ἔτι ἱππέα ὄντα, πρὶν ταμιεῦσαι καὶ στρατηγῆσαι, διὰ τὸ μέγεθος τῶν εἰργασμένων κατὰ παλαιὸν ἔθος ἀξιοῦντα καὶ τῶν πολιτῶν δεόμενον, ἐπεὶ κωλύων καὶ ἀνατιθέμενος οὐ μετέπειθεν, ἐν ἀγορᾷ μέσῃ κτεῖναι. καὶ συναγαγὼν τὸ πλῆθος ἐς ἐκκλησίαν εἶπεν: ‘ἴστε μέν, ἄνδρες, καὶ παρ᾽ ἐμοῦ δὲ ἀκούσατε, ὅτι Λουκρήτιον ἐγὼ κατέκανον ἀπειθοῦντά μοι.’ καὶ λόγον εἶπε: ‘φθεῖρες γεωργὸν ἀροτριῶντα ὑπέδακνον: δὲ δὶς μέν,’ ἔφη, ‘τὸ ἄροτρον μεθεὶς τὸν χιτωνίσκον ἐκάθηρεν: ὡς δ᾽ αὖθις ἐδάκνετο, ἵνα μὴ πολλάκις ἀργοίη, τὸν χιτωνίσκον ἔκαυσεν. κἀγὼ τοῖς δὶς ἡττημένοις παραινῶ τρίτου πυρὸς μὴ δεηθῆναι.’ Σύλλας μὲν δὴ καὶ τοῖσδε καταπληξάμενος αὐτούς, καθὰ ἐβούλετο, ἦρχε. καὶ ἐθριάμβευσεν ἐπὶ τῷ Μιθριδατείῳ πολέμῳ. καί τινες αὐτοῦ τῆν ἀρχὴν ἀρνουμένην βασιλείαν ἐπισκώπτοντες ἐκάλουν, ὅτι τὸ τοῦ βασιλέως ὄνομα μόνον ἐπικρύπτοι: οἱ δ᾽ ἐπὶ τοὐναντίον ἀπὸ τῶν ἔργων μετέφερον καὶ τυραννίδα ὁμολογοῦσαν ἔλεγον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: