previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[94] Πραινέστιοι δὲ καὶ τάδε θεώμενοι καὶ τὸν Κάρβωνος στρατὸν ἀπολωλέναι πάντα πυνθανόμενοι αὐτόν τε Νωρβανὸν ἤδη φυγεῖν ἐξ Ἰταλίας καὶ τὴν ἄλλην Ἰταλίαν καὶ Ῥώμην ἐπ᾽ αὐτῇ Σύλλαν ἐκτενῶς κεχειρῶσθαι, τὴν πόλιν τῷ Λουκρητίῳ παρέδοσαν, Μαρίου καταδύντος ἐς τάφρους ὑπονόμους καὶ μετὰ βραχὺ καὶ ἀνελόντος ἑαυτόν. Λουκρήτιος μὲν δὴ Μαρίου τὴν κεφαλὴν ἐκτεμὼν ἔπεμπεν ἐς Σύλλαν: καὶ αὐτὴν Σύλλας ἐν ἀγορᾷ μέσῃ πρὸ τῶν ἐμβόλων θέμενος ἐπιγελάσαι λέγεται τῇ νεότητι τοῦ ὑπάτου καὶ εἰπεῖν: ‘ἐρέτην δεῖ πρῶτα γενέσθαι, πρὶν πηδαλίοις ἐπιχειρεῖν.’ Λουκρήτιος δ᾽ ἐπεὶ Πραινεστὸν εἷλε, τῶν ἀπὸ τῆς βουλῆς ἐνταῦθα Μαρίῳ στρατηγούντων τοὺς μὲν αὐτίκα ἀνῄρει, τοὺς δ᾽ ἐς φυλακὴν ἐσέβαλλεν: οὓς Σύλλας ἐπελθὼν ἀνεῖλε. καὶ τοὺς ἐν Πραινεστῷ προσέταξε χωρὶς ὅπλων προελθεῖν ἅπαντας ἐς τὸ πεδίον καὶ προελθόντων τοὺς μὲν ἑαυτῷ τι χρησίμους γενομένους, ὀλίγους πάμπαν, ἐξείλετο, τοὺς δὲ λοιποὺς ἐκέλευσεν ἐς τρία ἀπ᾽ ἀλλήλων διαστῆναι, Ῥωμαίους τε καὶ Σαυνίτας καὶ Πραινεστίους: ἐπεὶ δὲ διέστησαν, τοῖς μὲν Ῥωμαίοις ἐπεκήρυξεν, ὅτι καὶ οἵδε ἄξια θανάτου δεδράκασι, καὶ συγγνώμην ἔδωκεν ὅμως, τοὺς δὲ ἑτέρους κατηκόντισεν ἅπαντας: γύναια δ᾽ αὐτῶν καὶ παιδία μεθῆκεν ἀπαθεῖς ἀπιέναι. καὶ τὴν πόλιν διήρπαζε, πολυχρήματον ἐν τοῖς μάλιστα τότε οὖσαν.

ὧδε μὲν δὴ καὶ Πραινεστὸς ἑάλω, Νῶρβα δ᾽, ἑτέρα πόλις, ἀντεῖχεν ἔτι ἐγκρατῶς, ἔστε Αἰμιλίου Λεπίδου νυκτὸς ἐς αὐτὴν ἐκ προδοσίας ἐσελθόντος διαγανακτήσαντες οἱ ἔνδον ἐπὶ τῇ προδοσίᾳ, οἱ μὲν ἑαυτοὺς ἀνῄρουν, οἱ δ᾽ ἀλλήλους ἑκόντες, οἱ δὲ καὶ βρόχοις συνεπλέκοντο: καὶ τὰς θύρας ἐνέφραττον ἕτεροι καὶ ἐνεπίμπρασαν ... ἄνεμός τε πολὺς ἐμπεσὼν ἐς τοσοῦτον αὐτὴν ἐδαπάνησεν, ὡς μηδὲν ἐκ τῆς πόλεως λάφυρον γενέσθαι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: