next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Ῥωμαίοις δῆμος καὶ βουλὴ πολλάκις ἐς ἀλλήλους περί τε νόμων θέσεως καὶ χρεῶν ἀποκοπῆς γῆς διαδατουμένης ἐν ἀρχαιρεσίαις ἐστασίασαν: οὐ μήν τι χειρῶν ἔργον ἔμφυλον ἦν, ἀλλὰ διαφοραὶ μόναι καὶ ἔριδες ἔννομοι, καὶ τάδε μετὰ πολλῆς αἰδοῦς εἴκοντες ἀλλήλοις διετίθεντο. δὲ δῆμός ποτε καὶ στρατευόμενος ἐς τοιάνδε ἔριν ἐμπεσὼν οὐκ ἐχρήσατο τοῖς ὅπλοις παροῦσιν, ἀλλ᾽ ἐς τὸ ὄρος ἐκδραμών, τὸ ἀπὸ τοῦδε κλῃζόμενον ἱερόν, οὐδὲν οὐδὲ τότε χειρῶν ἔργον, ἀλλ᾽ ἀρχὴν ἑαυτοῦ προστάτιν ἀπέφηνε καὶ ἐκάλεσε δημαρχίαν ἐς κώλυσιν μάλιστα τῶν ὑπάτων ἀπὸ τῆς βουλῆς αἱρουμένων μὴ ἐντελὲς αὐτοῖς ἐπὶ τῇ πολιτείᾳ τὸ κράτος εἶναι. ὅθεν δὴ καὶ μάλιστα δυσμενέστερον ἔτι καὶ φιλονεικότερον ἐς ἀλλήλας αἱ ἀρχαὶ διετίθεντο ἀπὸ τοῦδε, καὶ βουλὴ καὶ δῆμος ἐς αὐτὰς ἐμερίζετο ὡς ἐν ταῖς τῶνδε πλεονεξίαις ἑκάτεροι τῶν ἑτέρων ἐπικρατοῦντες. Μάρκιός τε Κοριολανὸς ἐν ταῖσδε ταῖς ἔρισιν ἐξελαθεὶς παρὰ δίκην ἐς Οὐολούσκους ἔφυγέ τε καὶ πόλεμον ἐπήγαγε τῇ πατρίδι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
hide References (1 total)
  • Cross-references to this page (1):
    • Dictionary of Greek and Roman Geography (1854), SACER MONS
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: