previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[17] Ῥωμαῖοι δ᾽ ὑπὸ σπουδῆς τοῖς τότε ἑτοίμοις ἱππεῦσι δισχιλίοις καὶ πεζοῖς δισμυρίοις καὶ ἐλέφασί τισιν, ἡγουμένου σφῶν Ἀκιλίου Μανίου Γλαβρίωνος, ἐς Ἀπολλωνίαν ἐκ Βρεντεσίου διαβαλόντες ἐπὶ Θεσσαλίας ἐβάδιζον καὶ τὰς πόλεις ἐξέλυον τῶν πολιορκιῶν, ἐν ὅσαις δ᾽ ἦσαν ἤδη Ἀθαμάνων φρουραί, τὰς φρουρὰς ἐξέβαλλον. καὶ τὸν Μεγαλοπολίτην Φίλιππον αἰχμάλωτον ἔλαβον, ἐλπίζοντα ἔτι τὴν Μακεδόνων ἀρχήν. εἷλον δὲ καὶ τῶν Ἀντιοχείων ἐς τρισχιλίους. ἅμα δὲ ταῦτα Μάνιος εἰργάζετο, καὶ Φίλιππος ἐς Ἀθαμανίαν ἐμβαλὼν πᾶσαν αὐτὴν ὑπήκοον ἔλαβεν, Ἀμυνάνδρου φυγόντος ἐς Ἀμβρακίαν. ὧν Ἀντίοχος αἰσθανόμενός τε, καὶ τὴν ὀξύτητα τῶν γιγνομένων καταπλαγείς, ἔδεισεν ὡς ἐπὶ αἰφνιδίῳ καὶ ταχείᾳ μεταβολῇ, καὶ τῆς εὐβουλίας Ἀννίβου τότε ᾔσθετο, ἔς τε τὴν Ἀσίαν ἄλλους ἐπ᾽ ἄλλοις ἔπεμπεν ἐπισπέρχειν Πολυξενίδαν ἐς τὴν διάβασιν, αὐτὸς δ᾽ ὅσους εἶχε, πανταχόθεν συνεκάλει. γενομένων δ᾽ αὐτῷ τῶν μὲν οἰκείων πεζῶν μυρίων καὶ ἱππέων πεντακοσίων, ἐπὶ δὲ τούτοις καὶ τινῶν συμμάχων, Θερμοπύλας κατέλαβεν ὡς τὴν δυσχωρίαν προβαλούμενος τοῖς πολεμίοις καὶ τὸν στρατὸν ἐκ τῆς Ἀσίας ἀναμενῶν. δίοδος δ᾽ ἐστὶν αἱ Θερμοπύλαι στενὴ καὶ ἐπιμήκης, καὶ αὐτὴν περιέχει τῇ μὲν θάλασσα τραχεῖα καὶ ἀλίμενος, τῇ δὲ ἕλος ἄβατόν τε καὶ βαραθρῶδες. κορυφαί τε εἰσὶν ἐν αὐτῇ δύο ὀρῶν ἀπόκρημνοι, καὶ τούτων μὲν Τειχιοῦντα καλοῦσι τὴν δὲ Καλλίδρομον. ἔχει δὲ τόπος θερμῶν ὑδάτων πηγάς, καὶ Θερμοπύλαι ἀπὸ τοῦδ᾽ ἐπικλῄζονται.

[18] τεῖχος οὖν ἐνταῦθα διπλοῦν Ἀντίοχος ᾠκοδομήσατο, καὶ τὰς μηχανὰς ἐπὶ τὸ τεῖχος ἐπέθηκεν. ἔς τε τὰς κορυφὰς τῶν ὀρῶν Αἰτωλοὺς ἀνέπεμψε, μή τις λάθοι κατὰ τὴν λεγομένην ἀτραπὸν περιελθών, δὴ καὶ Λακεδαιμονίοις τοῖς ἀμφὶ Λεωνίδαν Ξέρξης ἐπέθετο, ἀφυλάκτων τότε τῶν ὀρῶν ὄντων. Αἰτωλοὶ δὲ χιλίους μὲν ἑκατέρῳ τῶνδε τῶν ἄκρων ἐπέστησαν, τοῖς δὲ λοιποῖς ἐστρατοπέδευον ἐφ᾽ ἑαυτῶν περὶ πόλιν Ἡράκλειαν. δὲ Μάνιος ἐπεὶ κατεῖδε τὴν τῶν πολεμίων παρασκευήν, σημεῖον ἔδωκεν ἐς ἕω μάχης: καὶ δύο τῶν χιλιάρχων, Μᾶρκον Κάτωνα καὶ Λεύκιον Οὐαλέριον, ἐκέλευσε νυκτός, ἐπιλεξαμένους ἑκάτερον ὁπόσους ἐθέλοι, τὰ ὄρη περιελθεῖν καὶ τοὺς Αἰτωλοὺς ἀπὸ τῶν ἄκρων, ὅπῃ δύναιντο, βιάσασθαι. τούτων μὲν Λεύκιος ἀπεκρούσθη τοῦ Τειχιοῦντος, ἀγαθῶν ἐνταῦθα τῶν Αἰτωλῶν γενομένων: δὲ Κάτων τῷ Καλλιδρόμῳ παραστρατοπεδεύσας, κοιμωμένοις ἔτι τοῖς ἐχθροῖς ἐπέπεσε περὶ ἐσχάτην φυλακήν, καὶ πολὺς ἀμφ᾽ αὐτὸν ἐγίγνετο ἀγών, βιαζόμενον ἐς ὑψηλὰ καὶ ἀπόκρημνα κωλυόντων τῶν πολεμίων. ἤδη δὲ καὶ Μάνιος ἐπῆγε τὴν στρατιὰν Ἀντιόχῳ κατὰ μέτωπον, ἐς λόχους ὀρθίους διῃρημένην: ὧδε γὰρ μόνως ἐν στενοῖς ἐδύνατο. καὶ βασιλεὺς τοὺς μὲν ψιλοὺς καὶ πελταστὰς προμάχεσθαι τῆς φάλαγγος ἐκέλευσεν, αὐτὴν δ᾽ ἔστησε πρὸ τοῦ στρατοπέδου, ἐπὶ δεξιὰ δ᾽ αὐτῆς τοὺς σφενδονήτας καὶ τοξότας ἐπὶ τῶν ὑπωρειῶν, τοὺς δ᾽ ἐλέφαντας ἐν ἀριστερᾷ, καὶ τὸ στῖφος μετ᾽ αὐτῶν ἀεὶ συνετάσσετο, παρὰ τῇ θαλάσσῃ.

[19] γενομένης δ᾽ ἐν χερσὶ τῆς μάχης, τὰ μὲν πρῶτα τὸν Μάνιον οἱ ψιλοὶ πανταχόθεν περιτρέχοντες ἐλύπουν: ἐπεὶ δὲ αὐτοὺς φιλοπόνως δεχόμενός τε καὶ ἀναχωρῶν καὶ αὖθις ἐπιὼν ἐτρέψατο, τοὺς μὲν ψιλοὺς φάλαγξ τῶν Μακεδόνων διαστᾶσα ἐς αὑτὴν ἐδέξατο καὶ συνελθοῦσα ἐκάλυψε, καὶ τὰς σαρίσσας ἐν τάξει πυκνὰς προὐβάλοντο, δὴ μάλιστα οἱ Μακεδόνες ἐξ Ἀλεξάνδρου καὶ Φιλίππου κατεπλήσσοντο τοὺς πολεμίους, ἀντίοις δόρασι πολλοῖς καὶ μακροῖς οὐ τολμῶντας πελάζειν. αἰφνίδιον δ᾽ ὤφθη τῶν Αἰτωλῶν ἐκ τοῦ Καλλιδρόμου φυγὴ καὶ βοή, καθαλλομένων ἐς τὸ Ἀντιόχου στρατόπεδον. τὸ μὲν δὴ πρῶτον ἑκατέροις ἄγνοιά τε τοῦ γιγνομένου καὶ θόρυβος ἦν ὡς ἐν ἀγνοίᾳ: ὡς δὲ Κάτων ἐπεφαίνετο διώκων αὐτοὺς μετὰ πολλῆς βοῆς, καὶ ὑπὲρ τὸ στρατόπεδον ἐγίγνετο ἤδη τὸ Ἀντιόχου, ἔδεισαν οἱ τοῦ βασιλέως, περί τε τῆς Ῥωμαίων μάχης ἐπιφόβως ἐκ πολλοῦ πυνθανόμενοι, καὶ σφᾶς εἰδότες ὑπὸ ἀργίας καὶ τρυφῆς δι᾽ ὅλου τοῦ χειμῶνος ἐς δυσεργίαν διεφθαρμένους. τούς τε σὺν τῷ Κάτωνι σαφῶς μὲν οὐ καθορῶντες ὁπόσοι τινὲς εἶεν ὑπὸ δὲ τοῦ φόβου πλείους νομίζοντες εἶναι, καὶ περὶ τῷ στρατοπέδῳ δείσαντες, ἀκόσμως ἐς αὐτὸ κατέφυγον ὡς ἀπ᾽ αὐτοῦ τοὺς πολεμίους ἀμυνούμενοι. Ῥωμαῖοι δ᾽ αὐτοῖς παραθέοντες συνεσέπεσον ἐς τὸ στρατόπεδον, καὶ ἦν ἄλλη φυγὴ τῶν Ἀντιοχείων ἐκεῖθεν ἄκοσμος. δὲ Μάνιος μέχρι μὲν ἐπὶ Σκάρφειαν ἐδίωκαν αὐτοὺς κτείνων τε καὶ ζωγρῶν, ἀπὸ δὲ τῆς Σκαρφείας ἐπανιὼν διήρπαζε τὸ στρατόπεδον τοῦ βασιλέως καὶ τοὺς Αἰτωλοὺς ἐπιδραμόντας τῷ Ῥωμαίων χάρακι παρὰ τὴν ἀπουσίαν αὐτῶν ἐξήλασεν ἐπιφανείς.

[20] ἀπέθανον δ᾽ ἐν τῇ μάχῃ καὶ τῇ διώξει Ῥωμαίων μὲν ἀμφὶ τοὺς διακοσίους, Ἀντιόχου δέ, σὺν τοῖς ληφθεῖσιν, ἀμφὶ τοὺς μυρίους. αὐτὸς δ᾽ βασιλεὺς ἀπὸ μὲν τῆς πρώτης τροπῆς μετὰ πεντακοσίων ἱππέων ἐς Ἐλάτειαν ἀμεταστρεπτὶ διέδραμεν, ἀπὸ δ᾽ Ἐλατείας ἐς Χαλκίδα καὶ ἐς Ἔφεσον μετ᾽ Εὐβοίας τῆς νεογάμου ῾τοῦτο γὰρ αὐτὴν ὠνόμαζεν̓ ἐπὶ τῶν νεῶν ἔφυγεν, οὐδὲ τούτων ἁπασῶν: ἀγορὰν γάρ τινας αὐτῶν διαφερούσας Ῥωμαίων ναύαρχος ἐπαναχθεὶς διεφθάρκει. οἱ δ᾽ ἐν ἄστει Ῥωμαῖοι τῆς νίκης πυθόμενοι, ταχείας τε οὕτω σφίσι καὶ εὐχεροῦς φανείσης, ἔθυον, ἐκ φοβερᾶς τῆς Ἀντιόχου δόξης τὴν πρώτην πεῖραν ἀσπασάμενοι. φίλιππόν τε τῆς συμμαχίας ἀμειβόμενοι, τὸν υἱὸν αὐτῷ Δημήτριον, ὁμηρεύοντα ἔτι παρὰ σφίσιν, ἔπεμψαν.

[21] καὶ τάδε μὲν ἦν ἐν ἄστει, Μάνιος δὲ Φωκέας μὲν καὶ Χαλκιδέας, καὶ ὅσοι ἄλλοι τῷ Ἀντιόχῳ συνεπεπράχεσαν, δεομένους ἀπέλυσε τοῦ δέους, τὴν δ᾽ Αἰτωλίαν αὐτός τε καὶ Φίλιππος ἐδῄουν, καὶ τὰς πόλεις ἐπολιόρκουν. Δαμόκριτόν τε τὸν στρατηγὸν τῶν Αἰτωλῶν ἐνταῦθα Μάνιος ἔλαβε κρυπτόμενον, ὃς Φλαμινίνῳ παρὰ τὸν Τίβεριν ἠπείλει στρατοπεδεύσειν. μὲν δὴ Μάνιος ἐπὶ Καλλιπόλεως διώδευε τὸ ὄρος καλοῦσι Κόρακα, ὑψηλότατόν τε ὀρῶν καὶ δυσόδευτον καὶ ἀπόκρημνον, μετὰ στρατοῦ βαρυτάτου τε καὶ λαφύρων καταγόμου: πολλοὶ δ᾽ ἐξέπιπτον ὑπὸ τῆς δυσοδίας ἐς τὰ ἀπόκρημνα, καὶ σκεύεσιν αὐτοῖς καὶ ὅπλοις κατεφέροντο. καὶ αὐτοὺς δυνηθέντες ἂν οἱ Αἰτωλοὶ συνταράξαι οὐδὲ ὤφθησαν, ἀλλ᾽ ἐς Ῥώμην περὶ εἰρήνης ἐπρέσβευον. Ἀντίοχος δὲ τὴν στρατιὰν ἀπὸ τῶν ἄνω σατραπειῶν κατὰ σπουδὴν ἐπὶ θάλασσαν ἐκάλει, καὶ τὰς ναῦς ἐπεσκεύαζε, ναυαρχοῦντος αὐτῷ Πολυξενίδου Ῥοδίου φυγάδος. ἔς τε Χερρόνησον διαπλεύσας πάλιν αὐτὴν ὠχύρου, καὶ Σηστὸν καὶ Ἄβυδον ἐκρατύνετο, δι᾽ ὧν ἔδει τὴν φάλαγγα τὴν Ῥωμαίων ἐς τὴν Ἀσίαν ὁδεῦσαί τε καὶ περᾶσαι. Λυσιμάχειαν δὲ ταμιεῖον τῷδε τῷ πολέμῳ ποιούμενος, ὅπλα καὶ σῖτον πολὺν ἐς αὐτὴν συνέφερεν, ἡγούμενος αὐτίκα οἱ Ῥωμαίους πεζῷ τε πολλῷ καὶ ναυσὶν ἐπιθήσεσθαι. οἱ δὲ Μανίῳ μὲν αἱροῦνται διάδοχον ἐπὶ τὴν στρατηγίαν Λεύκιον Σκιπίωνα, ὃς τότε αὐτοῖς ὕπατος ἦν, ἀπράκτῳ δ᾽ ὄντι καὶ ἀπειροπολέμῳ σύμβουλον αἱροῦνται τὸν ἀδελφὸν Πόπλιον Σκιπίωνα τὸν Καρχηδονίους ἀφελόμενον τὴν ἡγεμονίαν καὶ πρῶτον ὀνομασθέντα Ἀφρικανόν.


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: