previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[14] οἱ δὲ Παίονές εἰσιν ἔθνος μέγα παρὰ τὸν Ἴστρον, ἐπίμηκες ἐξ Ἰαπόδων ἐπὶ Δαρδάνους, Παίονες μὲν ὑπὸ τῶν Ἑλλήνων λεγόμενοι, καὶ ῥωμαϊστὶ Παννόνιοι, συναριθμούμενοι δὲ ὑπὸ Ῥωμαίων τῇ Ἰλλυρίδι, ὡς προεῖπον. διὸ καὶ περὶ τῶνδέ μοι δοκεῖ νῦν κατὰ τὰ Ἰλλυρικὰ εἰπεῖν. ἔνδοξοι δ᾽ εἰσὶν ἐκ Μακεδόνων δι᾽ Ἀγριᾶνας, οἳ τὰ μέγιστα Φιλίππῳ καὶ Ἀλεξάνδρῳ κατεργασάμενοι Παίονές εἰσι τῶν κάτω Παιόνων, Ἰλλυριοῖς ἔποικοι. ἐπεὶ δ᾽ ἐπὶ τοὺς Παίονας ἐστράτευσε Κορνήλιος, κακῶς ἀπαλλάξας μέγα δέος Παιόνων Ἰταλοῖς ἅπασιν ἐνεποίησε, καὶ ἐς πολὺ τοῖς ἔπειτα ὑπάτοις ὄκνον ἐπὶ Παίονας ἐλαύνειν. τὰ μὲν δὴ πάλαι τοσαῦτα περὶ Ἰλλυριῶν καὶ Παιόνων ἔσχον εὑρεῖν: ἐν δὲ τοῖς ὑπομνήμασι τοῦ δευτέρου Καίσαρος τοῦ κληθέντος Σεβαστοῦ, παλαιότερον μὲν οὐδὲν οὐδ᾽ ἐν τοῖσδε περὶ Παιόνων ηὗρον.


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
hide References (1 total)
  • Cross-references to this page (1):
    • Dictionary of Greek and Roman Geography (1854), PANNO´NIA
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: