previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[73] οἱ μὲν δὴ τὸ ἑαυτῶν ἔπραξαν, δὲ λιμὸς τὸν Ἀσδρούβαν καὶ τοὺς Καρχηδονίους ἐξέτριβε: καὶ τοῖς σώμασι πάντα ἔχοντες ἀσθενῶς, βιάσασθαι μὲν οὐκέτι τοὺς πολεμίους ἐδύναντο, τὰ δ᾽ ὑποζύγια πρῶτον, εἶτα τοὺς ἵππους ἐπὶ τοῖς ὑποζυγίοις ἔθυον, καὶ ἱμάντας ἑψοῦντες ἤσθιον. καὶ νόσων αὐτοὺς ἰδέαι πᾶσαι κατελάμβανον ἔκ τε πονηρίας τροφῶν καὶ ἀκινησίας ἔργων καὶ ὥρας ἔτους: συνεκέκλειστο γὰρ ἐς ἓν χωρίον καὶ στενὸν στρατόπεδον ὄχλος ἀνθρώπων ἐν Λιβύῃ θέρους. τῶν τε ξύλων αὐτοὺς ἐς τὴν ἕψησιν ἐπιλιπόντων τὰ ὅπλα κατέκαιον. καὶ τῶν ἀποθνησκόντων οὐδεὶς οὔτ᾽ ἐξεφέρετο, Μασσανάσσου τὴν φυλακὴν οὐκ ἀνιέντος, οὔτ᾽ ἐξεκαίετο ξύλων ἀπορίᾳ. οὖν φθόρος αὐτοῖς ἦν πολύς τε καὶ περιώδυνος, συνοῦσιν ὀδωδόσι καὶ σηπομένοις σώμασιν. τό τε πλεῖστον ἤδη τοῦ στρατοῦ διέφθαρτο: καὶ τὸ ὑπόλοιπον οὐδεμίαν σφίσιν ἐλπίδα σωτηρίας ὁρῶντες, τοὺς αὐτομόλους ὑπέστησαν ἐκδοῦναι τῷ Μασσανάσσῃ, καὶ πεντακισχίλια ἀργυρίου τάλαντα πεντήκοντα ἔτεσιν ἐσενεγκεῖν, τούς τε φυγάδας σφῶν καταδέξασθαι παρὰ τὸ ὅρκιον, καὶ αὐτοὶ διὰ μιᾶς πύλης τοὺς ἐχθροὺς καθ᾽ ἕνα διεξελθεῖν σὺν χιτωνίσκῳ μόνῳ. Γολόσσης δ᾽ αὐτοῖς ἀπιοῦσι, χαλεπαίνων τῆς οὐ πρὸ πολλοῦ διώξεως, εἴτε συνειδότος τοῦ πατρὸς εἴτε δι᾽ ἑαυτοῦ, Νομάδας ἱππέας ἐπέπεμψεν, οἳ οὐκ ἀμυνομένους, οὔτε ὅπλον ἔχοντας ἐς ἄμυναν οὔτε φυγεῖν ὑπ᾽ ἀσθενείας δυναμένους ἔκτειναν. ἔκ τε μυριάδων πέντε στρατοῦ καὶ ὀκτακισχιλίων ἀνδρῶν ὀλίγοι πάμπαν ἐς Καρχηδόνα περιεσώθησαν, καὶ σὺν αὐτοῖς Ἀσδρουβας τε στρατηγὸς καὶ ἕτεροι τῶν ἐπιφανῶν.


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: