previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[12] Ἀννίβας δέ, θεοῦ παράγοντος αὐτόν, ἐπὶ τὸν Ἰόνιον αὖθις ἐτράπη, καὶ τὴν παράλιον ὁδεύων ἐπόρθει, λείαν τε περιήλαυνε πολλήν. Σερουίλιος δ᾽ ὕπατος ἀντιπαριὼν αὐτῷ κατῇρεν ἐς Ἀρίμινον, ἀπέχων Ἀννίβου μίαν ἡμέραν: ἔνθα τὴν στρατιὰν συνεῖχε καὶ τοὺς ἔτι φίλους Κελτῶν ἀπεθάρρυνεν, ἕως ἀφικόμενος Φάβιος Μάξιμος δικτάτωρ Σερουίλιον μὲν ἐς Ῥώμην ἔπεμπεν ὡς οὔτε ὕπατον οὔτε στρατηγὸν ἔτι ὄντα δικτάτορος ᾑρημένου, αὐτὸς δὲ τῷ Ἀννίβᾳ παρακολουθῶν ἐς μὲν χεῖρας οὐκ ᾔει, πολλάκις ἐκείνου προκαλουμένου, πολιορκεῖν δ᾽ οὐδένα εἴα, παραφυλάσσων καὶ ἐπικείμενος. δέ, τῆς χώρας ἐξαναλωμένης, τροφῶν ἠπόρει, καὶ αὐτὴν αὖθις περιιὼν ἑκάστης ἡμέρας ἐξέτασσε, προκαλούμενος ἐς μάχην. Φάβιος δ᾽ οὐ συνεπλέκετο, καταγιγνώσκοντος αὐτοῦ Μινουκίου Ῥούφου, ὃς ἵππαρχος μὲν ἦν αὐτῷ, ἔγραφε δ᾽ ἐς Ῥώμην τοῖς φίλοις ὡς ὀκνοίη Φάβιος ὑπὸ δειλίας. διαδραμόντος δ᾽ ἐς Ῥώμην ἐπὶ θυσίας τινὰς τοῦ Φαβίου, Μινούκιος ἡγούμενος τοῦ στρατοῦ συνεπλέκη τινὰ μάχην τῷ Ἀννίβᾳ, καὶ δόξας πλέον ἔχειν θρασύτερον ἐς Ῥώμην ἐπέστελλε τῇ βουλῇ, τὸν Φάβιον αἰτιώμενος οὐκ ἐθέλοντα νικῆσαι. καὶ βουλή, ἐπανεληλυθότος ἐς τὸ στρατόπεδον ἤδη τοῦ Φαβίου, ἴσον ἰσχύειν αὐτῷ τὸν ἵππαρχον ἀπέφηνεν.


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: