previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[44] ἔτεσι δ᾽ οὐ πολλοῖς ὕστερον πόλεμος ἄλλος ἠγέρθη περὶ Ἰβηρίαν χαλεπὸς ἐκ τοιᾶσδε προφάσεως. Σεγήδη πόλις ἐστὶ Κελτιβήρων τῶν Βελλῶν λεγομένων μεγάλη τε καὶ δυνατή, καὶ ἐς τὰς Σεμπρωνίου Γράκχου συνθήκας ἐνεγέγραπτο. αὕτη τὰς βραχυτέρας πόλεις ἀνῴκιζεν ἐς αὑτήν, καὶ τεῖχος ἐς τεσσαράκοντα σταδίους κύκλῳ περιεβάλετο, Τίτθους τε ὅμορον γένος ἄλλο συνηνάγκαζεν ἐς ταῦτα. δὲ σύγκλητος πυθομένη τό τε τεῖχος ἀπηγόρευε τειχίζειν, καὶ φόρους ᾔτει τοὺς ὁρισθέντας ἐπὶ Γράκχου, στρατεύεσθαί τε Ῥωμαίοις προσέτασσε: καὶ γὰρ τοῦθ᾽ αἱ Γράκχου συνθῆκαι ἐκέλευον. οἱ δὲ περὶ μὲν τοῦ τείχους ἔλεγον ἀπηγορεῦσθαι Κελτίβηρσιν ὑπὸ Γράκχου μὴ κτίζειν πόλεις, οὐ τειχίζειν τὰς ὑπαρχούσας: τῶν δὲ φόρων καὶ τῆς ξεναγίας ὑπ᾽ αὐτῶν ἔφασαν Ῥωμαίων ἀφεῖσθαι μετὰ Γράκχον. καὶ τῷ ὄντι ἦσαν ἀφειμένοι, δίδωσι δ᾽ βουλὴ τὰς τοιάσδε δωρεὰς ἀεὶ προστιθεῖσα κυρίας ἔσεσθαι μέχρι ἂν αὐτῇ καὶ τῷ δήμῳ δοκῇ.

[45] στρατηγὸς οὖν ἐπ᾽ αὐτοὺς Νωβελίων ἐπέμπετο μετὰ στρατιᾶς οὐ πολὺ τρισμυρίων ἀνδρῶν ἀποδεούσης: ὃν ἐπειδὴ σφίσιν οἱ Σεγηδαῖοι προσιόντα ἔγνωσαν, οὔπω τὸ τεῖχος ἐκτελέσαντες ἔφευγον ἐς Ἀρουακοὺς μετὰ παίδων καὶ γυναικῶν, καὶ σφᾶς ὑποδέχεσθαι τοὺς Ἀρουακοὺς παρεκάλουν. οἱ δὲ ὑποδέχονταί τε, καὶ Κάρον αὑτῶν Σεγηδαῖον, πολεμικὸν εἶναι νομιζόμενον, αἱροῦνται στρατηγόν. δὲ τρίτῃ μετὰ τὴν χειροτονίαν ἡμέρᾳ δισμυρίους πεζοὺς καὶ ἱππέας πεντακισχιλίους ἔς τινα λόχμην ἐνεδρεύσας παροδεύουσι τοῖς Ῥωμαίοις ἐπέθετο, καὶ τῆς μάχης ἐπὶ πολὺ ἀγχωμάλου γενομένης ἐκράτει τε λαμπρῶς, καὶ Ῥωμαίων τῶν ἐξ ἄστεος ἔκτεινεν ἐς ἑξακισχιλίους, ὡς μέγα τῇ πόλει γενέσθαι τὸ ἀτύχημα. ἀτάκτου δὲ αὐτῷ τῆς διώξεως ἐπὶ τῇ νίκῃ γενομένης, οἱ τὰ σκευοφόρα Ῥωμαίων φυλάσσοντες ἱππεῖς ἐπέδραμον, καὶ Κάρον τε αὐτὸν ἀριστεύοντα ἔκτειναν καὶ ἑτέρους ἀμφ᾽ αὐτόν, οὐκ ἐλάσσους καὶ οἵδε τῶν ἑξακισχιλίων, μέχρι νὺξ ἐπελθοῦσα διέλυσεν. ἐγίγνετο δὲ ταῦθ᾽ ὅτε Ῥωμαῖοι τῷ Ἡφαίστῳ τὴν ἑορτὴν ἄγουσιν: ὅθεν οὐδεὶς ἂν ἑκὼν ἄρξειεν ἐξ ἐκείνου μάχης παρὰ τήνδε τὴν ἡμέραν.

[46] Ἀρουακοὶ μὲν οὖν εὐθὺς αὐτῆς νυκτὸς ἐς Νομαντίαν, δυνατωτάτη πόλις ἦν, συνελέγοντο, καὶ στρατηγοὺς Ἄμβωνα καὶ Λεύκωνα ᾑροῦντο: Νωβελίων δ᾽ αὐτοῖς τρισὶν ἡμέραις ὕστερον ἐπελθὼν παρεστρατοπέδευσεν ἀπὸ σταδίων τεσσάρων καὶ εἴκοσιν. παραγενομένων δέ οἱ Νομάδων ἱππέων τριακοσίων, οὓς Μασσανάσσης ἐπεπόμφει, καὶ ἐλεφάντων δέκα, τὴν στρατιὰν ἐπῆγε τοῖς πολεμίοις, ἄγων ὀπίσω τὰ θηρία λανθάνοντα. καὶ γενομένης ἐν χερσὶ τῆς μάχης οἱ μὲν ἄνδρες διέστησαν, τὰ δὲ θηρία ἐξεφαίνετο: καὶ οἱ Κελτίβηρες αὐτοί τε καὶ οἱ ἵπποι σφῶν οὐ πρὶν ἑωρακότες ἐλέφαντας ἐν πολέμοις ἐθορυβοῦντο καὶ κατέφευγον ἐς τὴν πόλιν. δὲ καὶ τοῖς τείχεσιν αὐτοὺς ἐπῆγε, καὶ ἐμάχετο γενναίως, μέχρι τῶν ἐλεφάντων τις ἐς τὴν κεφαλὴν λίθῳ μεγάλῳ καταπίπτοντι πληγεὶς ἠγριώθη τε, καὶ ἐκβοήσας μέγιστον ἐς τοὺς φίλους ἐπεστρέφετο, καὶ ἀνῄρει τὸν ἐν ποσίν, οὐ διακρίνων ἔτι φίλιον πολέμιον. οἵ τε ἄλλοι ἐλέφαντες πρὸς τὴν ἐκείνου βοὴν διαταραχθέντες ὅμοια πάντες ἔδρων, καὶ τοὺς Ῥωμαίους συνεπάτουν τε καὶ ἀνέτεμνον καὶ ἀνερρίπτουν. ὅπερ ἀεὶ θορυβηθέντες οἱ ἐλέφαντες εἰώθασι πάσχειν, καὶ πάντας ἡγεῖσθαι πολεμίους: καί τινες διὰ τήνδε τὴν ἀπιστίαν αὐτοὺς καλοῦσι κοινοὺς πολεμίους. φυγὴ οὖν τῶν Ῥωμαίων ἐγίγνετο ἄτακτος: ἣν οἱ Νομαντῖνοι κατιδόντες ἀπὸ τῶν τειχῶν ἐξέθορον, καὶ διώκοντες ἔκτειναν ἄνδρας μὲν ἐς τετρακισχιλίους ἐλέφαντας δὲ τρεῖς, ὅπλα τε πολλὰ καὶ σημεῖα ἔλαβον. Κελτιβήρων δὲ ἀπέθανον ἐς δισχιλίους.

[47] καὶ Νωβελίων μικρὸν ἐκ τοῦ πταίσματος ἀναλαβών, ἀγορᾷ μέν τινι τῶν πολεμίων ἐπεχείρει περὶ Ἀξείνιον πόλιν σεσωρευμένῃ, οὐδὲν δὲ ἀνύσας, ἀλλὰ κἀνταῦθα πολλοὺς ἀποβαλών, ἐπανῆλθε νυκτὸς ἐς τὸ στρατόπεδον. ὅθεν Βιήσιον ἵππαρχον ἐπὶ συμμαχίαν ἔς τι γειτονεῦον ἔθνος ἔπεμπεν, ἱππέων δεόμενος. οἱ δὲ συνέπεμψαν αὐτῷ τινὰς ἱππέας, οὓς ἐρχομένους ἐλόχων οἱ Κελτίβηρες. καὶ τῆς ἐνέδρας ἐκφανείσης οἱ μὲν σύμμαχοι διεδίδρασκον, δὲ Βιήσιος μαχόμενος αὐτός τε καὶ σὺν αὐτῷ πολλοὶ Ῥωμαίων ἀπέθανον. συνεχῶν δὲ τοιῶνδε πταισμάτων αὐτοῖς ἐπιγιγνομένων, πόλις Ὄκιλις, ἔνθα ἀγορὰ καὶ τὰ χρήματα ἦν τὰ Ῥωμαίων, μετέθετο ἐς τοὺς Κελτίβηρας. καὶ Νωβελίων ἀπιστῶν ἅπασιν ἐν τῷ στρατοπέδῳ διεχείμαζε, στεγάσας ὡς ἐδύνατο, καὶ τὴν ἀγορὰν ἔχων ἔνδον, καὶ κακοπαθῶν αὐτῆς τε τῆς ἀγορᾶς τῇ ὀλιγότητι καὶ νιφετοῦ πυκνότητι καὶ κρύους χαλεπότητι, ὥστε πολλοὶ τῶν στρατιωτῶν οἱ μὲν ἐν τοῖς φρυγανισμοῖς, οἱ δὲ καὶ ἔνδον ὑπὸ στενοχωρίας καὶ κρύους ἀπώλλυντο.

[48] τοῦ δ᾽ ἐπιόντος ἔτους Νωβελίωνι μὲν ἐπὶ τὴν στρατηγίαν ἀφικνεῖται διάδοχος Κλαύδιος Μάρκελλος, ἄγων πεζοὺς ὀκτακισχιλίους καὶ ἱππέας πεντακοσίους: λοχώντων δὲ καὶ τόνδε τῶν πολεμίων διῆλθε πεφυλαγμένως, καὶ σύμπαντι τῷ στρατῷ παρὰ τὴν Ὄκιλιν ἐστρατοπέδευσεν. ἐπιτυχὴς δὲ τὰ πολέμια ὢν τὴν πόλιν αὐτίκα παρεστήσατο, καὶ συγγνώμην ἔδωκεν, ὅμηρά τινα καὶ ἀργυρίου τάλαντα τριάκοντα λαβών. Νεργόβριγες δὲ αὐτοῦ περὶ τῆσδε τῆς μετριοπαθείας πυθόμενοι, πέμψαντες ἠρώτων τί ἂν πράξαντες εἰρήνης ἐπιτύχοιεν. ὡς δὲ αὐτοὺς ἐκέλευεν ἑκατὸν ἱππέας δοῦναι συστρατεύσοντας, οἱ μὲν ὑπισχνοῦντο δώσειν, κατὰ δ᾽ ἄλλο μέρος τοῖς οὐραγοῦσιν ἐπετίθεντο καὶ τῶν σκευοφόρων τι περιέσπων. εἶτ᾽ ἀφίκοντο τοὺς ἑκατὸν ἱππέας ἄγοντες ὡς δὴ κατὰ τὸ συγκείμενον, περί τε τῶν ἐπὶ τῆς οὐραγίας γενομένων ἔλεγον τινὰς ἀγνοοῦντας τὰ ὡμολογημένα ἁμαρτεῖν. δὲ τοὺς μὲν ἑκατὸν ἱππέας ἔδησε, τοὺς δ᾽ ἵππους αὐτῶν ἀποδόμενος καὶ τὸ πεδίον καταδραμὼν τὴν λείαν διεῖλε τῷ στρατῷ, καὶ τῇ πόλει παρεστρατοπέδευσεν. Νεργόβριγες δέ, προσαγομένων αὐτοῖς μηχανημάτων ἅμα μαὶ χωμάτων, κήρυκα πέμψαντες λυκῆν ἀντὶ κηρυκείου περικείμενον, ᾔτουν συγγνώμην. δὲ οὐκ ἔφη δώσειν, εἰ μὴ πάντες Ἀρουακοὶ καὶ Βελλοὶ καὶ Τίτθοι δεηθεῖεν ὁμοῦ. ὧν τὰ μὲν ἔθνη πυθόμενα προθύμως ἐπρεσβεύετο, καὶ τὸν Μάρκελλον ἠξίουν, ποινὴν αὐτοῖς ἐπιθέντα μετρίαν, ἐς τὰς Γράκχου συνθήκας ἀναγαγεῖν: ἀντέλεγον δ᾽ αὐτοῖς ἐπιχώριοί τινες ὑπ᾽ ἐκείνων πεπολεμημένοι.

[49] καὶ Μάρκελλος ἐξ ἑκατέρων πρέσβεις ἐς Ῥώμην ἔπεμπεν ἀντιλέξοντας ἀλλήλοις, ἰδίᾳ δ᾽ ἐπέστελλε τῇ βουλῇ προτρέπων ἐς τὰς διαλύσεις: ἐβούλετο γὰρ ἐφ᾽ ἑαυτοῦ τὸν πόλεμον ἐκλυθῆναι, δόξαν οἱ χρηστὴν καὶ ἀπὸ τοῦδε νομίζων ἔσεσθαι. τῶν δὲ πρέσβεων οἱ μὲν ἐκ τῆς φιλίας ἐς τὴν πόλιν ἐσελθόντες ἐξενίζοντο, οἱ δὲ ἐκ τῶν πολεμίων, ὡς ἔθος ἐστίν, ἔξω τειχῶν ἐστάθμευον. ἀποδοκιμάζουσα δ᾽ βουλὴ τὴν εἰρήνην, καὶ χαλεπῶς φέρουσα ὅτι μή, καθάπερ αὐτοὺς ἠξίου Νωβελίων πρὸ Μαρκέλλου, Ῥωμαίοις αὑτοὺς ἐπετετρόφεσαν, Μάρκελλον αὐτοῖς ἐξοίσειν ἔφη τὰ δόξαντα. καὶ στρατιὰν εὐθὺς ἐκλήρουν ἐς Ἰβηρίαν τότε πρῶτον ἀντὶ καταλέξεως: πολλῶν γὰρ αἰτιωμένων τοὺς ὑπάτους ἀδίκους ποιεῖσθαι τὰς καταγραφὰς καί τινας ἐς τὰς κουφοτέρας στρατείας καταλέγειν, ἔδοξεν ἀπὸ κλήρου τότε συναγαγεῖν. ὧν ἐστρατήγει Λικίνιος Λεύκολλος ὕπατος, πρεσβευτῇ χρώμενος Κορνηλίῳ Σκιπίωνι τῷ Καρχηδόνα μετ᾽ οὐ πολὺ ἑλόντι, καὶ Νομαντίαν ὕστερον.

[50] μὲν δὴ Λεύκολλος ὥδευεν, δὲ Μάρκελλος τόν τε πόλεμον προεῖπε τοῖς Κελτίβηρσι, καὶ τὰ ὅμηρα αἰτοῦσιν ἀπέδωκεν. τὸν δ᾽ ἐν Ῥώμῃ τοὺς λόγους διαθέμενον ὑπὲρ τῶν Κελτιβήρων ἰδίᾳ πρὸς αὑτὸν ἀνακαλέσας ἐπὶ πολὺ διέτριβεν: ὑπὲρ ὅτου δὴ καὶ ὑπωπτεύετο μὲν καὶ τότε, μᾶλλον δ᾽ ἐπιστώθη τοῖς ὕστερον γενομένοις, ὅτι αὐτοὺς ἀνέπειθεν ἑαυτῷ τὰ κατὰ σφᾶς ἐπιτρέψαι, ἐπειγόμενος ἄρα πρὸ τοῦ Λευκόλλου τὸν πόλεμον καταλυθῆναι. μετὰ γὰρ τὴν συνουσίαν Νεργόβριγα μὲν Ἀρουακῶν πεντακισχίλιοι κατέλαβον, Μάρκελλος δ᾽ ἐπὶ Νομαντίαν ἐχώρει, καὶ πέντε σταδίους ἀποσχὼν παρεστρατοπέδευεν αὐτοῖς καὶ συνεδίωκεν ἐς τὴν πόλιν, ἕως τῶν Νομαντίνων στρατηγὸς Λιτέννων ὑποστὰς ἐβόα βούλεσθαι Μαρκέλλῳ συνελθεῖν ἐς λόγους, καὶ συνελθὼν ἔφη Βελλοὺς καὶ Τίτθους καὶ Ἀρουακοὺς ἑαυτοὺς ἐπιτρέπειν Μαρκέλλῳ. δὲ ἄσμενος ἀκούσας ὅμηρά τε καὶ χρήματα πάντας ᾔτησε, καὶ λαβὼν ἀφῆκεν ἐλευθέρους. μὲν δὴ πόλεμος Βελλῶν τε καὶ Τίτθων καὶ Ἀρουακῶν ἔληγεν οὕτω πρὸ Λευκόλλου.

[51] δὲ Λεύκολλος δόξης τε ἐπιθυμῶν, καὶ ἐκ πενίας χρῄζων χρηματισμοῦ, ἐς Οὐακκαίους. ἕτερον γένος Κελτιβήρων, ἐνέβαλεν, οἳ γείτονες τῶν Ἀρουακῶν εἰσίν, οὔτε τινὸς αὐτῷ ψηφίσματος γεγονότος, οὔτε Οὐακκαίων Ῥωμαίοις πεπολεμηκότων, οὐδὲ ἐς αὐτόν τι Λεύκολλον ἁμαρτόντων. περάσας δὲ τὸν ποταμὸν τὸν καλούμενον Τάγον, ἀφίκετο πρὸς Καύκαν πόλιν καὶ παρεστρατοπέδευσεν. οἱ δ᾽ ἐπύθοντο μὲν αὐτοῦ τίνος ἥκοι δεόμενος τί πολέμου χρῄζων, φήσαντος δὲ ὅτι Καρπητανοῖς ὑπὸ Οὐακκαίων ἀδικουμένοις βοηθοίη, τότε μὲν ἀνεχώρουν ἐς τὴν πόλιν, ξυλευομένῳ δὲ αὐτῷ καὶ χορτολογοῦντι ἐπέκειντο. καὶ κτείνουσι πολλούς, καὶ τοὺς λοιποὺς διώκουσιν ἐς τὸ στρατόπεδον. γενομένης δὲ καὶ παρατάξεως, οἱ Καυκαῖοι ψιλοῖς ἐοικότες ἐκράτουν ἐπὶ πολὺ τοῦ Λευκόλλου, μέχρι σφῶν τὰ ἀκόντια πάντα ἐξαναλώθη: καὶ τότε ἔφευγον οὐκ ὄντες μενεμάχοι, περί τε τὰς πύλας αὐτῶν ὠθουμένων ἀνῃρέθησαν ἀμφὶ τοὺς τρισχιλίους.

[52] τῆς δ᾽ ἐπιούσης οἱ πρεσβύτατοι, στεφανωσάμενοί τε καὶ φέροντες ἱκετηρίας, τὸν Λεύκολλον αὖθις ἠρώτων τί ποιοῦντες ἂν εἶεν φίλοι. δὲ αὐτοὺς ὅμηρά τε ᾔτει καὶ ἀργυρίου τάλαντα ἑκατόν, καὶ τοὺς ἱππέας αὐτῶν ἐκέλευέν οἱ συστρατεύειν. ὡς δὲ πάντα ἔλαβεν, ἠξίου φρουρὰν ἐς τὴν πόλιν ἐσαγαγεῖν. δεξαμένων δὲ καὶ τοῦτο τῶν Καυκαίων, ἐσήγαγε δισχιλίους ἀριστίνδην ἐξειλεγμένους, οἷς ἐσελθοῦσιν εἴρητο γίγνεσθαι περὶ τὰ τείχη. καταλαβόντων δὲ αὐτὰ τῶν δισχιλίων, ἐσήγαγε τὴν ἄλλην στρατιὰν Λεύκολλος, καὶ τῇ σάλπιγγι ὑπεσήμαινε κτείνειν Καυκαίους ἅπαντας ἡβηδόν. οἱ μὲν δὴ πίστεις τε καὶ θεοὺς ὁρκίους ἐπικαλούμενοι, καὶ Ῥωμαίους ἐς ἀπιστίαν λοιδοροῦντες, διεφθείροντο ὠμῶς, ἐκ δισμυρίων ἀνδρῶν κατὰ πύλας ἀποκρήμνους διαφυγόντων ὀλίγων: δὲ Λεύκολλος τὴν πόλιν διήρπαζε, καὶ δόξης Ῥωμαίους ἐνεπίμπλη κακῆς. οἱ δ᾽ ἄλλοι βάρβαροι συνέθεον ἐκ τῶν πεδίων, οἱ μὲν ἐς τὰ ἀπόκρημνα, οἱ δὲ ἐς τὰς ὀχυρωτέρας πόλεις, συμφέροντες δύναιντο καὶ ἐμπιπράντες ὅσα λείποιεν, τοῦ μηδὲν ἔτι Λεύκολλον εὑρεῖν.

[53] δὲ πολλὴν γῆν ἔρημον ὁδεύσας, ἔς τινα πόλιν Ἰντερκατίαν ἀφίκετο, ἔνθα πεζοὶ μὲν ὑπὲρ δισμυρίους συνεπεφεύγεσαν, ἱππεῖς δὲ δισχίλιοι. καὶ αὐτοὺς Λεύκολλος ἐς συνθήκας ὑπ᾽ ἀνοίας προυκαλεῖτο: οἱ δ᾽ ἐπ᾽ ὀνείδει τὰ Καυκαίων αὐτῷ προύφερον, καὶ ἐπυνθάνοντο εἰ ἐπὶ τὰς ἐκείνων πίστεις αὐτοὺς καλοίη. δ᾽, οἷον ἅπαντες οἱ ἁμαρτόντες, ἀνθ᾽ ἑαυτοῦ τοῖς ὀνειδίζουσι χαλεπαίνων, ἔκειρεν αὐτῶν τὰ πεδία, καὶ περικαθίσας κύκλῳ τὴν πόλιν χώματα ἤγειρε πολλά, καὶ συνεχῶς ἐξέτασσε προκαλούμενος ἐς μάχην. οἱ δ᾽ οὔτω μὲν ἀντεξέτασσον, ἀλλ᾽ ἦσαν ἀκροβολισμοὶ μόνοι, θαμινὰ δέ τις τῶν βαρβάρων ἐξίππευεν ἐς τὸ μεταίχμιον, κεκοσμημένος ὅπλοις περιφανῶς, καὶ προυκαλεῖτο Ῥωμαίων ἐς μονομαχίαν τὸν ἐθέλοντα, οὐδενὸς δ᾽ ὑπακούοντος ἐπιτωθάσας καὶ τῷ σχήματι κατορχησάμενος ἀπεχώρει. γιγνομένου δὲ τούτου πολλάκις, Σκιπίων ἔτι νέος ὢν ὑπερήλγησέ τε καὶ προπηδήσας ὑπέστη τὸ μονομάχιον, εὐτυχῶς δ᾽ ἐκράτησεν ἀνδρὸς μεγάλου μικρὸς ὤν.

[54] καὶ τόδε μὲν ἐπῇρε Ῥωμαίους, νυκτὸς δὲ φόβοι πολλοὶ κατεῖχον: οἱ γὰρ ἱππεῖς, ὅσοι τῶν βαρβάρων, πρὶν ἀφικέσθαι Λεύκολλον, ἐπὶ χορτολογίαν προεληλύθεσαν, οὐκ ἔχοντες ἐσελθεῖν ἐς τὴν πόλιν Λευκόλλου περικαθημένου, περιθέοντες ἐβόων καὶ συνετάρασσον: καὶ συνεπήχουν οἱ ἔνδον αὐτοῖς. ὅθεν φόβος ἦν τοῖς Ῥωμαίοις ποικίλος. ἔκαμνον δὲ καὶ τῇ φυλακῇ δι᾽ ἀγρυπνίαν καὶ ἀήθειαν τροφῶν ἐπιχωρίων: οἴνου γὰρ οὐκ ὄντος οὐδ᾽ ἁλῶν οὐδ᾽ ὄξους οὐδ᾽ ἐλαίου, πυροὺς καὶ κριθὰς καὶ ἐλάφων κρέα πολλὰ καὶ λαγωῶν χωρὶς ἁλῶν ἑψόμενα σιτούμενοι κατερρήγνυντο τὰς γαστέρας, καὶ πολλοὶ καὶ ἀπώλλυντο, μέχρι ποτὲ τὸ χῶμα ἠγέρθη, καὶ τὰ τείχη τῶν πολεμίων τύπτοντες μηχαναῖς μέρος μέν τι κατέβαλον, καὶ ἐσέδραμον ἐς τὴν πόλιν: μετὰ δ᾽ οὐ πολὺ βιασθέντες τε καὶ ἀναχωροῦντες ἐσπίπτουσιν ἔς τινα δεξαμενὴν ὕδατος ὑπ᾽ ἀγνωσίας, ἔνθα οἱ πλείους ἀπώλοντο. καὶ νυκτὸς οἱ βάρβαροι τὰ πεσόντα ἀνῳκοδόμουν. πάνυ δ᾽ ἑκατέρων κακοπαθούντων ῾ὁ γὰρ λιμὸς ἀμφοῖν ἥπτετὀ Σκιπίων ἀνεδέχετο τοῖς βαρβάροις οὐδὲν ἔσεσθαι παράσπονδον, καὶ πιστευθεὶς κατὰ κλέος ἀρετῆς διέλυσε τὸν πόλεμον ἐπὶ τοῖσδε, Λευκόλλῳ δοθῆναι παρὰ τῶν Ἰντερκατίων σάγους μυρίους καὶ θρεμμάτων τι πλῆθος ὡρισμένον, καὶ πεντήκοντα ἄνδρας ἐς ὅμηρα. χρυσὸν δὲ καὶ ἄργυρον Λεύκολλος αἰτῶν, οὗ δὴ χάριν, ἡγούμενος ὅλην Ἰβηρίαν πολύχρυσον εἶναι καὶ πολυάργυρον, ἐπολέμει, οὐκ ἔλαβεν: οὐ γὰρ εἶχον, οὐδ᾽ ἐν δόξῃ ταῦτ᾽ ἐκεῖνοι Κελτιβήρων τίθενται.

[55] ἐπὶ δὲ Παλλαντίαν ᾔει πόλιν, δόξαν τε ἀρετῆς εἶχε μείζω, καὶ πολλοὶ συνεπεφεύγεσαν ἐς αὐτήν: ὅθεν αὐτῷ συνεβούλευόν τινες ἀποχωρεῖν πρὸ πείρας. δὲ πολυχρήματον εἶναι πυνθανόμενος οὐκ ἀνεχώρει, μέχρι σιτολογοῦντα αὐτὸν οἱ Παλλάντιοι συνεχῶς ἱππεῦσιν ἠνώχλουν τε καὶ σιτολογεῖν ἐκώλυον. ἀπορῶν δὲ τροφῶν Λεύκολλος ἀνεζεύγνυ, τετράγωνον ἐν πλινθίῳ τὸν στρατὸν ἄγων, ἑπομένων αὐτῷ καὶ τότε τῶν Παλλαντίων μέχρι Δορίου ποταμοῦ, ὅθεν οἱ μὲν Παλλάντιοι νυκτὸς ἀνεχώρουν, δ᾽ ἐς τὴν Τυρδιτανῶν χώραν διελθὼν ἐχείμαζεν. καὶ τοῦτο τέλος ἦν τοῦ Οὐακκαίων πολέμου, παρὰ ψήφισμα Ῥωμαίων ὑπὸ Λευκόλλου γενομένου. καὶ Λεύκολλος ἐπὶ τῷδε οὐδὲ ἐκρίθη.


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: