previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[70] οὐ μὴν ἐπέμεινεν οὐδ᾽ ἐς βραχὺ τὰ συγ κείμενα: γαρ ἀδελφὸς Σερουιλιανοῦ τοῦ ταῦτα συνθεμένου, Καιπίων, διάδοχος αὐτῷ τῆς στρατηγίας γενόμενος διέβαλλε τὰς συνθήκας, καὶ ἐπέστελλε Ῥωμαίοις ἀπρεπεστάτας εἶναι. καὶ βουλὴ τὸ μὲν πρῶτον αὐτῷ συνεχώρει κρύφα λυπεῖν τὸν Οὐρίατθον τι δοκιμάσειεν: ὡς δ᾽ αὖθις ἠνώχλει καὶ συνεχῶς ἐπέστελλεν, ἔκρινε λῦσαί τε τὰς σπονδὰς καὶ φανερῶς πολεμεῖν αὖθις Οὐριάτθῳ. ἐψηφισμένου δὴ σαφῶς, Καιπίων Ἄρσαν τε πόλιν ἐκλιπόντος Οὐριάτθου παρέλαβε, καὶ αὐτὸν Οὐρίατθον φεύγοντά τε καὶ τὰ ἐν παρόδῳ φθείροντα περὶ Καρπητανίαν κατέλαβε, πολὺ πλείονας ἔχων. ὅθεν Οὐρίατθος οὐ δοκιμάζων αὐτῷ συμπλέκεσθαι διὰ τὴν ὀλιγότητα, κατὰ μέν τινα φάραγγα ἀφανῆ τὸ πλέον τοῦ στρατοῦ περιέπεμψεν ἀπιέναι, τὸ δὲ λοιπὸν αὐτὸς ἐκτάξας ἐπὶ λοφου δόξαν παρεῖχε πολεμήσοντος. ὡς δ᾽ ᾔσθετο τῶν προαπεσταλμένων ἐν ἀσφαλεῖ γεγονότων, ἐξίππευσεν ἐς αὐτοὺς μετὰ καταφρονήσεως, ὀξέως οὕτως ὡς μηδ᾽ αἰσθέσθαι τοὺς διώκοντας ὅποι διέδραμεν. δὲ Καιπίων ἐς Οὐέττωνας καὶ Καλλαϊκοὺς τραπεὶς τὰ ἐκείνων ἐδῄου.


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
hide References (1 total)
  • Cross-references to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: