previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[3] καταλυθέντος δὲ τοῦ πολέμου τοῦδε, Κελτοὶ Καρχηδονίους τόν τε μισθὸν ᾔτουν τὸν ἔτι ὀφειλόμενον σφίσιν ἐκ Σικελίας, καὶ δωρεὰς ὅσας ὑπέσχητο αὐτοῖς δώσειν Ἀμίλχας. ᾔτουν δὲ καὶ Λίβυες, ὑπήκοοι μὲν ὄντες οἵδε Καρχηδονίων, ἀπὸ δὲ τῆς ἐν Σικελίᾳ στρατείας ἐπὶ φρονήματος γεγονότες καὶ τοὺς Καρχηδονίους ἀσθενεῖς καὶ ταπεινοὺς ὁρῶντες: ἐχαλέπαινόν τε αὐτοῖς τῆς ἀναιρέσεως τῶν τρισχιλίων, οὓς ἐσταυρώκεσαν τῆς ἐς Ῥωμαίους μεταβολῆς οὕνεκα. διωθουμένων δὲ τῶν Καρχηδονίων ἑκατέρους, κατέλαβον ἄμφω Τύνητα πόλιν καὶ Ἰτύκην, μεγίστη Λιβύης ἐστὶ μετὰ Καρχηδόνα: ὅθεν ὁρμώμενοι τήν τε ἄλλην ἀφίστανον καὶ τῶν Νομάδων τινὰς ἔπειθον καὶ δούλων πολὺ πλῆθος ἀποδιδρασκόντων ὑπεδέχοντο, τά τε Καρχηδονίων πάντα ἐλεηλάτουν. οἱ δὲ πανταχόθεν πολεμούμενοι συμμάχους ἐπὶ τοὺς Λίβυας Ῥωμαίους ἐπεκαλοῦντο. καὶ Ῥωμαῖοι στρατιὰν μὲν αὐτοῖς οὐκ ἔπεμψαν, ἀγορὰν δ᾽ ἔκ τε Ἰταλίας καὶ Σικελίας ἐπάγεσθαι καὶ ξενολογεῖν ἐκ τῆς Ἰταλίας ἐς μόνον τόνδε τὸν πόλεμον ἐπέτρεψαν. ἔπεμψαν δὲ καὶ πρέσβεις ἐς Λιβύην, εἰ δύναιντο διαλῦσαι τὸν πόλεμον: οἳ ἐπανῆλθον ἄπρακτοι. καὶ Καρχηδόνιοι ἐγκρατῶς εἴχοντο τοῦ πολέμου.

id. ib.

ὅτι Ἱπποκράτης καὶ Ἐπικύδης, ἀδελφὼ μὲν ἀλλήλων, στρατηγὼ δὲ Συρακοσίων, Ῥωμαίοις ἐκ πολλοῦ δυσχεραίνοντες, ἐπεὶ τὰς Συρακούσας οὐκ ἴσχυον ἐκπολεμῶσαι, κατέφυγον ἐς Λεοντίνους διαφερομένους τοῖς Συρακοσίοις, καὶ κατηγόρουν τῆς πατρίδος ὅτι τὰς σπονδὰς Ἱέρωνος ἐφ᾽ ὅλῃ Σικελίᾳ πεποιημένου μόνοι Συρακόσιοι σφίσιν αὐτοῖς ἀνακαινίσειαν. οἱ δὲ ἠρεθίζοντο. καὶ Συρακόσιοι μὲν ἐπεκήρυσσον, εἴ τις Ἱπποκράτους Ἐπικύδους κομίσειε τὴν κεφαλήν, ἰσόσταθμον αὐτῷ χρυσίον ἀντιδώσειν, Λεοντῖνοι δὲ αὑτῶν Ἱπποκράτη στρατηγὸν ᾑροῦντο.

Val. p. 558 et hinc Suid. v. Ἐπικύδης.

ὅτι Σικελοὶ καὶ τέως ἀγανακτοῦντες ἐπὶ τῇ ὠμότητι Μαρκέλλου τοῦ στρατηγοῦ, μᾶλλόν τι καὶ τῷδε τῷ ἔργῳ συνεταράσσοντο, ἐφ᾽ κατὰ προδοσίαν ἐς Συρακούσας ἐσῆλθεν. καὶ πρὸς Ἱπποκράτη μετετίθεντο, καὶ συνώμνυντο μὴ διαλύσασθαι χωρὶς ἀλλήλων, ἀγοράν τε αὐτῷ καὶ στρατιὰν ἔπεμπον, ἐς δισμυρίους πεζοὺς καὶ ἱππέας πεντακισχιλίους.

Val. ib.

ὅτι διαβεβλημένῳ τῷ Μαρκέλλῳ οὐκ ἐπίστευον χωρὶς ὅρκων. διὸ καὶ Ταυρομενίων προσχωρούντων οἱ, συνέθετο καὶ ὤμοσε μήτε φρουρήσειν τὴν πόλιν μήτε στρατολογήσειν ἀπ᾽ αὐτῆς.

id. ib.


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: