previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[6]

Ἠλεκτρύονος δὲ βασιλεύοντος Μυκηνῶν, μετὰ Ταφίων οἱ Πτερελάου παῖδες ἐλθόντες τὴν Μήστορος ἀρχὴν τοῦ μητροπάτορος ἀπῄτουν, καὶ μὴ προσέχοντος Ἠλεκτρύονος ἀπήλαυνον τὰς βόας: ἀμυνομένων δὲ τῶν Ἠλεκτρύονος παίδων, ἐκ προκλήσεως ἀλλήλους ἀπέκτειναν. ἐσώθη δὲ τῶν Ἠλεκτρύονος παίδων Λικύμνιος ἔτι νέος ὑπάρχων, τῶν δὲ Πτερελάου Εὐήρης, ὃς καὶ τὰς ναῦς ἐφύλασσε. τῶν δὲ Ταφίων οἱ διαφυγόντες ἀπέπλευσαν τὰς ἐλαθείσας βόας ἑλόντες, καὶ παρέθεντο τῷ βασιλεῖ τῶν Ἠλείων Πολυξένῳ: Ἀμφιτρύων δὲ παρὰ Πολυξένου λυτρωσάμενος αὐτὰς ἤγαγεν εἰς Μυκήνας. δὲ Ἠλεκτρύων τὸν τῶν παίδων θάνατον βουλόμενος ἐκδικῆσαι, παραδοὺς τὴν βασιλείαν Ἀμφιτρύωνι καὶ τὴν θυγατέρα Ἀλκμήνην, ἐξορκίσας ἵνα μέχρι τῆς ἐπανόδου παρθένον αὐτὴν φυλάξῃ, στρατεύειν ἐπὶ Τηλεβόας διενοεῖτο. ἀπολαμβάνοντος δὲ αὐτοῦ τὰς βόας, μιᾶς ἐκθορούσης Ἀμφιτρύων ἐπ᾽ αὐτὴν ἀφῆκεν μετὰ χεῖρας εἶχε ῥόπαλον, τὸ δὲ ἀποκρουσθὲν ἀπὸ τῶν κεράτων εἰς τὴν Ἠλεκτρύονος κεφαλὴν ἐλθὸν ἀπέκτεινεν αὐτόν. ὅθεν λαβὼν ταύτην τὴν πρόφασιν Σθένελος παντὸς Ἄργους ἐξέβαλεν Ἀμφιτρύωνα, καὶ τὴν ἀρχὴν τῶν Μυκηνῶν καὶ τῆς Τίρυνθος αὐτὸς κατέσχε: τὴν δὲ Μίδειαν, μεταπεμψάμενος τοὺς Πέλοπος παῖδας Ἀτρέα καὶ Θυέστην, παρέθετο τούτοις.

Ἀμφιτρύων δὲ σὺν Ἀλκμήνῃ καὶ Λικυμνίῳ παραγενόμενος ἐπὶ Θήβας ὑπὸ Κρέοντος ἡγνίσθη, καὶ δίδωσι τὴν ἀδελφὴν Περιμήδην Λικυμνίῳ. λεγούσης δὲ Ἀλκμήνης γαμηθήσεσθαι αὐτῷ τῶν ἀδελφῶν αὐτῆς ἐκδικήσαντι τὸν θάνατον, ὑποσχόμενος ἐπὶ Τηλεβόας στρατεύει Ἀμφιτρύων, καὶ παρεκάλει συλλαβέσθαι Κρέοντα. δὲ ἔφη στρατεύσειν, ἐὰν πρότερον ἐκεῖνος τὴν Καδμείαν τῆς ἀλώπεκος ἀπαλλάξῃ: ἔφθειρε γὰρ τὴν Καδμείαν ἀλώπηξ θηρίον. ὑποστάντος δὲ ὅμως εἱμαρμένον ἦν αὐτὴν μηδέ τινα καταλαβεῖν.


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Sir James George Frazer)
hide References (6 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: