previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ὅτι Νηλεὺς Κόδρου τῆς βασιλείας ἀμοιρήσας ἀπέλιπε τὰς Ἀθήνας διὰ τὸ τὴν Πυθίαν Μέδοντι τὴν ἀρχὴν περιάψαι ἐς ἀποικίαν στελλόμενος. τῇ Νάξῳ δὲ προσωρμίσθη οὐχ ἑκών, ἀλλ᾽ ὑπὸ χειμῶνος βιασθείς: ἀπᾶραι δὲ βουλόμενον καταπνέοντες ἐναντίοι ἄνεμοι διεκώλυον. ἀποροῦντι δὲ αὐτῷ ὑπὲρ τῶν ἐνεστώτων, οἱ μάντεις ἔφασαν δεῖν καθαρθῆναι τὸ στρατόπεδον, ὡς συμπλεόντων πολλῶν οὐ καθαρῶν τὰς χεῖρας. προσεποιήσατο δὴ καὶ αὐτὸς ἀποκτεῖναί τινα παῖδα καὶ δεῖσθαι καθαρμοῦ: καὶ αὐτὸς ἀνεχώρησε, καὶ τοὺς ἄλλους ἔπεισε τοὺς συνειδότας ἑαυτοῖς. οὗ γενομένου [p. 90] καὶ γνωσθέντων ἐκείνων αὐτοὺς μὲν ἀπέλιπεν, οἳ δὲ ᾤκισαν τὴν Νάξον. Νηλεὺς δὲ ἐς τὴν Ἰωνίαν ἀφίκετο, καὶ πρῶτον μὲν ᾤκισε Μίλητον, Κᾶρας ἐξελάσας καὶ Μυγδόνας καὶ Λέλεγας καὶ ἄλλους βαρβάρους, ἀφ᾽ ὧν αἱ δώδεκα πόλεις ἐκλήθησαν ἐν Ἰωνίᾳ. εἰσὶ δὲ αἵδε, Μίλητος Ἔφεσος Ἐρυθραὶ Κλαζομεναὶ Πριήνη Λέβεδος Τέως Κολοφὼν Μυοῦς Φώκαια Σάμος καὶ Χίος. καὶ ἄλλας δὲ πολλὰς ὕστερον ᾤκισε πόλεις ἐν τῇ ἠπείρῳ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (5 total)
  • Cross-references to this page (4):
    • Dictionary of Greek and Roman Geography (1854), IO´NIA
    • Dictionary of Greek and Roman Geography (1854), LE´BEDOS
    • Dictionary of Greek and Roman Geography (1854), PHRY´GIA
    • Dictionary of Greek and Roman Geography (1854), PRIE´NE
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: