previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Διονύσιος δὲ δεύτερος τὴν ἀρχὴν εἶχεν εὖ μάλα περιπεφραγμένην τοῦτον τὸν τρόπον. ναῦς μὲν ἐκέκτητο οὐκ ἐλάττους τῶν τετρακοσίων, ἑξήρεις καὶ πεντήρεις: πεζῶν δὲ δύναμιν ἐς δέκα μυριάδας, ἱππεῖς δὲ ἐννεακισχιλίους. δὲ πόλις τῶν Συρακοσίων λιμέσιν ἐκεκόσμητο μεγίστοις, καὶ τεῖχος αὐτῇ περιεβέβλητο ὑψηλότατον: σκεύη δὲ εἶχεν ἕτοιμα ναυσὶν ἄλλαις πεντακοσίαις, τεθησαύριστο δὲ αὐτῇ καὶ σῖτος ἐς ἑκατὸν μεδίμνων μυριάδας. καὶ ὁπλοθήκη νενησμένη ἀσπίσι καὶ μαχαίραις καὶ δόρασι καὶ κνημῖσι καὶ θώραξι καὶ καταπέλταις: δὲ καταπέλτης εὕρημα ἦν αὐτοῦ Διονυσίου. εἶχε δὲ καὶ συμμάχους παμπόλλους. καὶ τούτοις ἐπιθαρρῶν Διονύσιος ἀδάμαντι δεδεμένην ᾤετο τὴν ἀρχὴν κεκτῆσθαι. ἀλλ᾽ οὗτός γε πρώτους μὲν ἀπέκτεινε τοὺς ἀδελφούς: εἶδε δὲ καὶ τοὺς υἱοὺς βιαίως ἀποσφαγέντας καὶ τὰς θυγατέρας καταισχυνθείσας εἶτα ἀποσφαγείσας γυμνάς. οὐδεὶς δὲ τῶν ἀπ᾽ αὐτοῦ ταφῆς τῆς νομιζομένης ἔτυχεν: οἳ μὲν γὰρ ζῶντες κατεκαύθησαν, οἳ δὲ κατατμηθέντες ἐς τὸ πέλαγος ἐξερρίφησαν. τοῦτο δὲ ἀπήντησεν αὐτῷ, Δίωνος τοῦ Ἱππαρίνου ἐπιθεμένου τῇ ἀρχῇ. αὐτὸς δὲ ἐν πενίᾳ μυρίᾳ διάγων κατέστρεψε τὸν βίον γηραιός. λέγει δὲ Θεόπομπος ὑπὸ τῆς ἀκρατοποσίας τῆς ἄγαν αὐτὸν διαφθαρῆναι τὰς ὄψεις, ὡς ἀμυδρὸν βλέπειν: ἀποκαθῆσθαι δὲ ἐν τοῖς κουρείοις καὶ γελωτοποιεῖν. καὶ ἐν τῷ μεσαιτάτῳ τῆς Ἑλλάδος ἀσχημονῶν διετέλει, βίον διαντλῶν ἀλγεινότατον. καὶ ἦν δεῖγμα οὐ τὸ τυχὸν τοῖς ἀνθρώποις ἐς σωφροσύνην [p. 82] καὶ τρόπου κόσμον τοῦ Διονυσίου ἐκ τῶν τηλικούτων ἐς οὕτω ταπεινὰ μεταβολή.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (8 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: