ὅτε κατῆλθε Πλάτων ἐν Σικελίᾳ κλητός, πολλὰ ἐπὶ πολλοῖς ἐπιστείλαντος τοῦ Διονυσίου, καὶ ἀνήγαγεν αὐτὸν ἐπὶ τὸ ἅρμα ὁ Διονύσιος, αὐτὸς μὲν ἡνιοχῶν, παραιβάτην δὲ ποιησάμενος τὸν Ἀρίστωνος, τότε δή φασι Συρακόσιον ἄνδρα χαρίεντα καὶ τῶν Ὁμήρου μὴ ἀπαίδευτον, ἡσθέντα τῇ ὄψει ταύτῃ ἐπειπεῖν τὰ ἐξ Ἰλιάδος ἐκεῖνα, παρατρέψαντα ὀλίγον
ὅτι ὑπόπτης ὢν ἐς πάντας ὁ Διονύσιος, ὅμως ἐς Πλάτωνα τοσαύτην ἔσχεν αἰδῶ, ὡς ἐκεῖνον μόνον ἐσιέναι πρὸς αὐτὸν μὴ ἐρευνώμενον, καίτοι Δίωνος αὐτὸν ἐπιστάμενος ἑταῖρον ἐς τὰ ἔσχατα εἶναι.
μέγα δ᾽ ἔβραχε φήγινος ἄξων
βριθοσύνῃ: δεινὸν γὰρ ἄγεν βροτὸν ἄνδρα τ᾽ ἄριστον.