Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ὅτε ἑάλω τὸ Ἴλιον, οἰκτείραντες οἱ Ἀχαιοὶ τὰς τῶν ἁλισκομένων τύχας καὶ πάνυ Ἑλληνικῶς τοῦτο ἐκήρυξαν, ἕκαστον τῶν ἐλευθέρων ἓν ὅ τι καὶ βούλεται τῶν οἰκείων ἀποφέρειν ἀράμενον. ὁ οὖν Αἰνείας τοὺς πατρῴους θεοὺς βαστάσας ἔφερεν, ὑπεριδὼν τῶν ἄλλων. ἡσθέντες οὖν ἐπὶ τῇ τοῦ ἀνδρὸς εὐσεβείᾳ οἱ Ἕλληνες καὶ δεύτερον αὐτῷ κτῆμα συνεχώρησαν λαβεῖν: ὃ δὲ τὸν πατέρα πάνυ σφόδρα γεγηρακότα ἀναθέμενος τοῖς ὤμοις ἔφερεν. ὑπερεκλαγέντες οὖν καὶ ἐπὶ τούτῳ οὐχ ἥκιστα, πάντων αὐτῷ τῶν οἰκείων κτημάτων ἀπέστησαν, ὁμολογοῦντες ὅτι πρὸς τοὺς εὐσεβεῖς τῶν ἀνθρώπων καὶ τοὺς θεοὺς καὶ τοὺς γειναμένους δι᾽ αἰδοῦς ἄγοντας καὶ οἱ φύσει πολέμιοι ἥμεροι γίνονται.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.