Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Ἀννίκερις ὁ Κυρηναῖος ἐπὶ ἱππείᾳ μέγα ἐφρόνει καὶ ἁρμάτων ἐλάσει. καὶ οὖν ποτε καὶ ἐβουλήθη Πλάτωνι ἐπιδείξασθαι τὴν τέχνην. ζεύξας οὖν τὸ ἅρμα περιήλασεν ἐν Ἀκαδημείᾳ δρόμους παμπόλλους, οὕτως ἀκριβῶς φυλάττων τοῦ δρόμου τὸν στοῖχον, ὡς μὴ παραβαίνειν τὰς ἁρματοτροχίας, ἀλλ᾽ ἀεὶ κατ᾽ αὐτῶν ἰέναι. οἱ μὲν οὖν ἄλλοι πάντες ὥσπερ εἰκὸς ἐξεπλάγησαν, ὁ δὲ Πλάτων τὴν ὑπερβάλλουσαν αὐτοῦ σπουδὴν διέβαλεν εἰπὼν ῾ἀδύνατόν ἐστι τὸν ἐς μικρὰ οὕτω καὶ οὐδενὸς ἄξια τοσαύτην φροντίδα κατατιθέμενον ὑπὲρ μεγάλων τινῶν σπουδάσαι: πᾶσαν γὰρ αὐτῷ τὴν διάνοιαν ἐς ἐκεῖνα ἀποτεθεῖσαν ἀνάγκη ὀλιγωρεῖν τῶν ὄντως θαυμάζεσθαι δικαίων.᾿
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.