previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


τοὺς κύκνους τοῖς ἀετοῖς: ἀμύνεσθαί γε μὴν αὐτούς, ἀλλ᾽ οὐκ ἄρχειν ἀδίκων. ὅτι δέ εἰσι φιλῳδοί, τοῦτο μὲν ἤδη τεθρύληται. ἐγὼ δὲ ᾄδοντος κύκνου οὐκ ἤκουσα, ἴσως δὲ οὐδὲ ἄλλος: πεπίστευται δ᾽ οὖν ὅτι ᾄδει. καὶ λέγουσί γε αὐτὸν μάλιστα κατ᾽ ἐκεῖνον εἶναι τὸν χρόνον εὐφωνότατόν τε καὶ ᾠδικώτατον, ὅταν περὶ τὴν καταστροφὴν τοῦ βίου. διαβαίνουσι δὲ καὶ πέλαγος, καὶ πέτονται καὶ κατὰ θαλάττης, καὶ αὐτοῖς οὐ κάμνει τὸ πτερόν. ἐκ διαδοχῆς φασιν ἐπῳάζειν τὰς περιστεράς. εἶτα τῶν νεοττῶν γενομένων ἄρρην ἐμπτύει αὐτοῖς, ἵνα μὴ βασκανθῶσι. τίκτει δὲ ᾠὰ δύο θήλεια, ὧν τὸ μὲν πρῶτον ἄρρεν ποιεῖ πάντως, τὸ δὲ δεύτερον θῆλυ. τίκτουσι δὲ αἱ περιστεραὶ κατὰ πᾶσαν ὥραν τοῦ ἔτους: ἔνθεν τοι καὶ δεκάκις τοῦ ἔτους ὠδίνουσι. λόγος δέ τις περίεισιν Αἰγύπτιος, λέγων δωδεκάκις τὰς ἐν Αἰγύπτῳ τίκτειν. λέγει δὲ Ἀριστοτέλης καὶ διάφορον εἶναι τῆς περιστερᾶς τὴν πελειάδα: τὴν [p. 7] μὲν γὰρ περιστερὰν εἶναι μείζονα, τὴν δὲ πελειάδα βραχυτέραν, καὶ τὴν μὲν περιστερὰν τιθασὸν γίνεσθαι, τὴν δὲ οὔ. λέγει δὲ αὐτὸς μὴ πρότερον ἐπιβαίνειν τὸν ἄρρενα τῇ θηλείᾳ πρὶν φιλῆσαι αὐτήν: μὴ γὰρ ἀνέχεσθαι τὰς θηλείας τὴν τῶν ἀρρένων ὁμιλίαν τοῦ φιλήματος ἔρημον. προστίθησι δὲ τούτοις καὶ ἐκεῖνο, ὅτι καὶ αἱ θήλειαι ἀλλήλας ἀναβαίνουσιν, ὅταν τῆς πρὸς ἄρρενα μίξεως ἀτυχήσωσι: καὶ οὐδὲν μὲν ἐς ἀλλήλας προΐενται, τίκτουσι δὲ ᾠά, ἐξ ὧν νεοττοὶ οὐ γίνονται αὐταῖς. εἰ δέ τι Καλλιμάχῳ χρὴ προσέχειν, φάτταν καὶ πυραλλίδα καὶ περιστερὰν καὶ τρυγόνα φησὶ μηδὲν ἀλλήλαις ἐοικέναι. Ἰνδοὶ δέ φασι λόγοι περιστερὰς ἐν Ἰνδοῖς γίνεσθαι μηλίνας τὴν χρόαν. Χάρων δὲ Λαμψακηνὸς περὶ τὸν Ἄθω φανῆναι περιστερὰς λευκὰς λέγει, ὅτε ἐνταῦθα ἀπώλοντο αἱ τῶν Περσῶν τριήρεις περικάμπτουσαι τὸν Ἄθω. ἐν Ἔρυκι δὲ τῆς Σικελίας, ἔνθα ἐστὶν τῆς Ἀφροδίτης νεὼς σεμνός τε καὶ ἅγιος, κατά τινα καιρὸν θύουσιν οἱ Ἐρυκινοὶ τὰ Ἀναγώγια, καὶ λέγουσι τὴν Ἀφροδίτην ἐς Λιβύην ἐκ Σικελίας ἀνάγεσθαι. τότε οὖν ἀφανεῖς ἐκ τοῦ χώρου αἱ περιστεραὶ γίνονται, ὥσπερ οὖν τῇ θεῷ συναποδημοῦσαι. κατά γε μὴν τὸν λοιπὸν χρόνον πάμπολύ τι πλῆθος τῶνδε τῶν ὀρνίθων ἐπιπολάζειν τῷ νεῷ τῆς θεοῦ ὡμολόγηται. Ἀχαϊκοὶ δὲ αὖ πάλιν λέγουσι λόγοι καὶ τὸν Δία αὐτὸν μεταβαλεῖν τὴν μορφὴν ἐς περιστεράν, ἐρασθέντα παρθένου Φθίας ὄνομα. ἐν Αἰγίῳ δὲ ᾤκει Φθία αὕτη.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: