previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἦσαν δὲ ἄρα καὶ ἰχθύες πρᾶοί τε ἅμα καὶ χειροήθεις καὶ οἷοι καλούμενοί τε ὑπακούειν καὶ διδόντων τροφὰς ἑτοίμως δέχεσθαι, ὥσπερ οὖν ἐν Ἀρεθούσῃ ἱερὰ ἔγχελυς. τὴν Κράσσου τε τοῦ Ῥωμαίου μύραιναν ᾄδουσιν, ἥπερ οὖν καὶ ἐνωτίοις καὶ ὁρμίσκοις διαλίθοις ἐκεκόσμητο, οἷα δήπου ὡραία κόρη, καὶ καλοῦντος τοῦ Κράσσου τὸ φώνημα ἐγνώριζε, καὶ ἀνενήχετο, καὶ ὀρέγοντος τι οὖν δὲ ἤσθιε προθύμως καὶ ἑτοίμως λαμβάνουσα. ταύτην τοι καὶ ἔκλαυσεν Κράσσος, ὡς ἀκούω, τὸν βίον καταστρέψασαν, καὶ ἔθαψε. καί ποτε Δομετίου πρὸς αὐτὸν εἰπόντος ῾ὦ μωρέ, μύραιναν ἔκλαυσας τεθνεῶσαν᾽, δὲ ὑπολαβὼν ῾ἐγὼ θηρίον᾽ ἔφατο, ῾σὺ δὲ τρεῖς γυναῖκας θάψας οὐκ ἔκλαυσασ᾽. [p. 204] Αἰγυπτίων δὲ ἀκούω λεγόντων τοὺς ἱεροὺς κροκοδείλους εἶναι πράους, καὶ τῶν γε θεραπευτήρων ἐπιψαυόντων καὶ ἐπαφωμένων ὑπομένειν καὶ κούφως φέρειν, καὶ κεχηνέναι καθιέντων ἐκείνων τὰς χεῖρας

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: