previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


τὸν ἰχθὺν τὸν ἔλλοπα ἱερὸν ἰχθὺν ὑπὸ τοῦ ποιητοῦ κληθῆναι νομίζουσι. λέγει δέ τις λόγος σπάνιον μὲν αὐτὸν εἶναι, ἐν δὲ τῷ κατὰ Παμφυλίαν πελάγει θηρᾶσθαι, γλίσχρως δὲ καὶ ἐκεῖθι. ἐὰν δὲ ἁλῷ, στεφάνοις μὲν αὐτοὶ σφᾶς αὐτοὺς ὑπὲρ τῆς [p. 217] εὐερμίας ἀγλαΐζουσι, στεφανοῦσι δὲ καὶ τὰς ἁλιάδας, καταίρουσί τε κρότῳ καὶ αὐλοῖς τὸ θήραμα μαρτυρόμενοι. οἳ δὲ οὐ τοῦτον ἀλλὰ τὸν ἀνθίαν νομίζουσιν ἱερόν. τὸ δὲ αἴτιον, ἔνθα ἄν ὅδε φανῇ τῆς θαλάττης, ἀνάγκη δήπου τὸν χῶρον ἄθηρον εἶναι σπονδάς τε ἰχθύσι πρὸς πᾶν ὅσον ὑδροθηρικόν, καὶ αὐτοὶ δὲ οἱ ἰχθύες θαρροῦντες ἀποτίκτουσι. φύσεως δὲ ἀπόρρητα ἐλέγχειν οὐκ ἐμόν, καὶ εἰκότως, ἐπεὶ καὶ ἀλεκτρυόνα δέδοικε λέων καὶ τὸν αὐτὸν βασιλίσκος καὶ μέντοι καὶ ὗν ἐλέφας: τὰς δὲ αἰτίας ὅσοι σχολὴν ἄγουσι πολλὴν ζητοῦντες τοῦ μὲν χρόνου καταφρονήσουσιν, οὐ μὴν ἐς τέλος ἀφίξονται τῆς σπουδῆς.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: