previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


χάριτος δὲ ἀπομνησθῆναι τὰ ζῷα καὶ κατὰ τοῦτο ἀγαθά. ἐν Τάραντι γίνεται γυνὴ τά τε ἄλλα σπουδῆς ἀξία καὶ οὖν καὶ σώφρων πρὸς τὸν ἄνδρα: Ἡρακληὶς ὄνομα αὐτῇ. περιεῖπε μὲν οὖν ζῶντα τὸν γεγαμηκότα εὖ μάλα κηδεμονικῶς: ἐπεὶ δὲ τὸν βίον οὗτος κατέστρεψε, τὰς ἀστικὰς προειρημένη γυνὴ μισεῖ διατριβὰς καὶ τὴν οἰκίαν, ἐν τὸν ἄνδρα νεκρὸν ἐθεάσατο, καὶ ὡς εἶχε λύπης ἐς τοὺς τάφους μετοικίζεται, [p. 214] καὶ τοῖς ἠρίοις τοῦ ποτε ἀνδρὸς τλημόνως παρέμεινε, πιστὴν ἑαυτὴν τῷ κατὰ γῆς ὄντι ἀποφαίνουσα. καί ποτε ἦν ὥρα θέρειος, καὶ πελαργῶν ἔτι νεοττῶν πρόπειραν τῆς ἑαυτῶν πτήσεως λαμβανόντων εἶς μάλιστα νεαρὸς ἀκρατὴς ὢν ἔτι τῶν ταρσῶν κατώλισθε, καὶ τοῖν σκελοῖν συντρίβει τὸ ἕτερον. τοίνυν Ἡρακληὶς θεασαμένη τὸ πτῶμα καὶ τοῦ ποδὸς τὸ πάθος καταμαθοῦσα οἰκτείρει τὸν νεοττόν, καὶ ἀναλαβοῦσα σὺν πολλῇ τῇ φειδοῖ κατειλεῖ τὴν πληγήν, καὶ θεραπεύει καταιονήμασι καὶ ἐπιπλάσμασι, καὶ τροφὴν προσέφερε καὶ ποτὸν ὤρεγε, χρόνῳ δὲ τῷ εἰκότι ῥωσθέντα καὶ φύσαντα τὰ ὠκύπτερα ἐλεύθερον εἶναι μεθῆκεν. δὲ εἰδὼς ἐννοίᾳ τινὶ φυσικῇ καὶ θαυμαστῇ ὀφείλων ζωάγρια ᾤχετο ἀπιών. εἶτα ἐνιαυτοῦ διελθόντος μὲν ἔτυχεν ἦρος ὑπολάμποντος ἐν ἡλίῳ θερομένη, δὲ πελαργὸς ἰαθεὶς ὑπ᾽ αὐτῆς ἰδὼν τὴν εὐεργέτιν ὑφῆκε τῆς τῶν πτερῶν ὁρμῆς, καὶ ἑαυτὸν χθαμαλωτέρᾳ τῇ πτήσει κατάγων πλησίον γίνεται, καὶ χανὼν ἀνεμεῖ λίθον ἐς τὸν τῆς Ἡρακληίδος κόλπον, καὶ ἀναπετασθεὶς ἐπὶ τοῦ τέγους ἑαυτὸν ἐκάθισεν. δὲ τὰ πρῶτα ὡς εἰκὸς ἐθαύμασέ τε καὶ ἐκταραχθεῖσα ἠπόρει, τί εῖη τὸ πραχθὲν συμβαλεῖν οὐκ ἔχουσα: τὴν δ᾽ οὖν λίθον ἔνδον που κατέθετο, εἶτα νύκτωρ διυπνισθεῖσα ὁρᾷ αὐγήν τινα καὶ αἴγλην ἀφιεῖσαν, καὶ κατελάμπετο οἶκος ὡς ἐσκομισθείσης δᾳδός: τοσοῦτον ἄρα ἐκ τῆς βώλου τὸ σέλας ἀνῄει τε καὶ ἐτίκτετο. συλλαβοῦσα δὲ τὸν πελαργὸν καὶ ἐπαφωμένη κατενόησε τὴν ἐκ τῆς πληγῆς οὐλήν, καὶ ἐγνώρισε τοῦτον ἐκεῖνον εἶναι τὸν ὑπ᾽ αὐτῆς οἴκτου τε καὶ θεραπείας τετυχηκότα.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: