previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


δὲ τῶν πειθόντων ἄκοντας ἐσθίειν ἡττῶνται πολλάκις πάνυ ἀκρατῶς. οὐκ ἄν ποτε ῥᾳδίως τοὺς ἐλέφαντας ἐνέδρα λάθοι. ὅταν γοῦν γένωνται τῆς τάφρου πλησίον, ἣν εἰώθασιν ὑπορύττειν οἱ θηρῶντες αὐτούς, εἴτε ἐννοίᾳ τινὶ φυσικῇ εἴτε μαντικῇ ναὶ μὰ Δία ἀπορρήτῳ τοῦ μὲν περαιτέρω χωρεῖν ἀναστέλλονται, ἑαυτοὺς δὲ ἐπιστρέψαντες εἶτα μέντοι ὡς ἐν: πολέμῳ ἀνθίστανται μάλα καρτερῶς, καὶ ἀνατρέψαι πειρῶνται τοὺς θηρατὰς καὶ δι᾽ αὐτῶν ὠσάμενοι φυγῇ πορίσασθαι τὴν σωτηρίαν, κρείττους γενόμενοι τῶν ἀντιπάλων. γίνεται τοίνυν ἐνταῦθα τοῦ καιροῦ μάχη καρτερὰ καὶ φόνος καὶ τῶν καὶ τῶν. μέντοι τρόπος τῆσδε τῆς μάχης τοιοῦτός ἐστιν. οἱ μὲν ἄνθρωποι δόρατα ἰσχυρὰ ἀφιᾶσι στοχαζόμενοι αὐτῶν, οἱ δὲ ἐλέφαντες τὸν παραπεσόντα ἁρπάζουσι, καὶ τῇ γῇ προσαράξαντες πατοῦντές τε καὶ τοῖς κέρασι τιτρώσκοντες οἰκτίστῳ περιβάλλουσι τέλει καὶ ἀλγεινοτάτῳ. ἐπίασι δὲ οἱ θῆρες ὑπὸ τοῦ θυμοῦ τὰ ὦτα ἐκπεταννύντες ὡς ἱστία δίκην τῶν στρουθῶν τῶν μεγάλων, αἵπερ οὖν τὰς πτέρυγας ἁπλώσασαι φεύγουσιν ἐπίασιν: ἐπισιμώσαντες δὲ καὶ τὴν προβοσκίδα οἱ ἐλέφαντες καὶ ὑπὸ τοῖς κέρασι πτύξαντες ὥσπερ οὖν νεὼς ἔμβολον [p. 207] σὺν πολλῷ τῷ ῥοθίῳ φερομένης ἐμπεσόντες ῥύμῃ σφοδροτάτῃ πολλοὺς ἀνατρέπουσι βοῶντες διάτορόν τε καὶ ὀξὺ δίκην σάλπιγγος. πατουμένων δὲ τῶν ἁλισκομένων καὶ ἀλοωμένων τοῖς γόνασιν ἄραβος πολὺς ὀστῶν συντριβομένων ἀκούεται καὶ πόρρωθεν, τὰ πρόσωπα δὲ ἐκθλιβομένων τῶν ὀφθαλμῶν καὶ τῆς ῥινὸς συνθλωμένης καὶ ῥηγνυμένου τοῦ μετώπου τὸ ἐναργὲς τοῦ εἴδους ἀπόλλυσι, καὶ ἀγνῶτες γίνονται πολλάκις καὶ τοῖς ἐγγυτάτω προσήκουσι. σώζονται δὲ παραδόξως ἄλλοι τὸν τρόπον τοῦτον. συνείληπται μὲν θηρατής, ὑφ᾽ ὁρμῆς δὲ τὸ θηρίον ὑπερῆλθεν αὐτόν, καὶ τὰ γόνατα ἐς τὴν γῆν ἀπήρεισε, καὶ προσκατέπηξε τὰ κέρατα ἐς θάμνον ἐς ῥίζαν ἄλλο τι τοιοῦτο, καὶ ἔχεται, καὶ μόγις ἀνασπᾷ καὶ ἐξαιρεῖ: ἐν δὲ τῷ τέως διεκδὺς κυνηγέτης ἀπαλλάττεται. οὐκοῦν ἐν τῇ τοιαύτῃ μάχῃ πολλάκις μὲν κρατοῦσιν οἱ ἐλέφαντες, πολλάκις δὲ καὶ ἡττῶνται δείματα ἐξ ἐπιβουλῆς καὶ δέα ποικίλα ἐπαγόντων. καὶ γὰρ σάλπιγγες ᾄδουσι, καὶ δοῦπόν τε καὶ κτύπον ἐργάζονται πρὸς τὰς ἀσπίδας ἀράττοντες τὰ δόρατα, καὶ πῦρ τὸ μέν τι ἐπὶ τῆς γῆς ἐξάπτουσι, τὸ δὲ μετέωρον αἴρουσι, καὶ ἄλλο σφενδονῶσι δαλοὺς διαπύρους ἀκοντίζοντες καὶ δᾷδας μακρὰς πυρὸς ἐνακμάζοντος τοῖς θηρίοις κατὰ προσώπου βιαίως ἐπισείοντες. ἅπερ οὖν τὰ θηρία δεδιότα καὶ δυσωπούμενα ὠθεῖται, καὶ ἔστιν ὅτε καὶ ἐκνικᾶται ἐμπεσεῖν ἐς τὴν τάφρον, ἣν τέως ἐφυλάττετο.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: