previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


τῶν ἀγρίων ζῴων τὰ ἔκγονα τὰ νέα διαφόρως ὀνομάζεται, καὶ τά γε πλείω διπλῆν τὴν ἐπωνυμίαν ἔχει. λεόντων γοῦν σκύμνοι καὶ λεοντιδεῖς ὀνομάζονται, ὡς Ἀριστοφάνης Βυζάντιος μαρτυρεῖ, παρδάλεων δὲ σκύμνοι τε καὶ ἄρκηλοι: εἰσὶ δὲ οἵ φασι γένος ἕτερον τῶν παρδάλεων τοὺς ἀρκήλους εἶναι. θώων δὲ μόνοι σκύμνοι φιλοῦσι καλεῖσθαι, καὶ τίγρεων ὁμοίως, καὶ μυρμήκων δὲ καὶ πανθήρων. ἔοικε δὲ καὶ τὰ τῶν λυγκῶν ἔκγονα ὁμοίως ὀνομάζεσθαι. ἐν γοῦν τοῖς Λάσου λεγομένοις Διθυράμβοις οὕτως εὑρίσκεται εἰρημένον τὸ βρέφος τὸ τῆς λυγκός. πιθήκων δὲ ἀκούομεν σκύμνους τε καὶ πιθηκιδεῖς τοὺς αὐτούς, βουβαλίδων δὲ πώλους: εἰ δὲ καὶ ὀρύγων, οὐκ ἂν θαυμάσαιμι, αὐτὸς Ἀριστοφάνης φησί. κυνῶν δὲ καὶ λύκων σκύλακες καλοῖντο ἄν, δ᾽ ὅς: ἤδη δὲ καὶ λυκιδεῖς καλοῦνται οἱ τῶν λύκων, δὲ τέλειος καὶ μέγιστος καλοῖτο ἂν μονόλυκος. τῶν γε μὴν λαγῶν λαγιδεῖς: δὲ τέλειος, πτῶκα αὐτὸν φιλοῦσιν ὀνομάζειν οἱ ποιηταί, ταχίναν δὲ Λακεδαιμόνιοι. ἀλωπέκων δὲ τὰ ἔκγονα ἀλωπεκιδεῖς κέκληνται: αὐτὴ δὲ μήτηρ καὶ κερδὼ καὶ σκαφώρη καὶ σκινδαφός. τῶν δὲ ἀγρίων ὑῶν τὰ τέκνα μολόβρια ὀνομάζουσιν: ἀκούσειας δ᾽ ἂν τοῦ Ἱππώνακτος καὶ αὐτὸν τὸν ὗν μολοβρίτην που λέγοντος. καλοῦνται δὲ καὶ τῶν ὑῶν μονίαι τινές. τάς γε μὴν δορκάδας καὶ ζόρκας καὶ πρόκας εἰώθασιν ὀνομάζειν. τῶν δὲ [p. 198] ὑστρίχων καὶ τῶν τοιούτων τὰ ἔκγονα ὄβρια καλεῖται: καὶ μέμνηταί γε Εὐριπίδης ἐν Πελιάσι τοῦ ὀνόματος καὶ Αἰσχύλος ἐν Ἀγαμέμνονι καὶ Δικτυουλκοῖς. τὰ δὲ τῶν ὀρνίθων καὶ τὰ τῶν ὄφεων καὶ τὰ τῶν κροκοδείλων ἔνιοι καὶ ψακάλους καλοῦσιν, ὧν εἰσι καὶ Θετταλοί. τὰ δὲ πρόσφατα ὀρνύφια ὀρταλίχους, ἀλεκτρυόνων τε νεοττοὺς ἀλεκτοριδεῖς λέγουσι, καὶ αὖ πάλιν χηνιδεῖς καὶ χηναλωπεκιδεῖς καὶ τὰ τούτοις ὅμοια κατὰ τὰ αὐτὰ σχηματίζουσιν. Ἀχαῖος δὲ τῆς τραγῳδίας ποιητὴς τὸν νεοττὸν τῆς χελιδόνος μόσχον ὠνόμασεν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: