previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἥκιστα ἐνδέχονται κύνες. πολλάκις γοῦν καὶ ὑπὲρ ὀστοῦ ἀλλήλους σπαράττουσιν, ὥσπερ οὖν Μενέλεως καὶ Πάρις ὑπὲρ τῆς Ἑλένης. μόνους δὲ ἀκούω τοὺς Μεμφίτας κύνας ἐς μέσον τὰς ἁρπαγὰς κατατίθεσθαι καὶ ἐσθίειν κοινῇ. ἄσπονδον δὲ καὶ ἔκδικον σῦς. ἀλλήλων γοῦν οὗτοι νεκρῶν ἐσθίουσι. καὶ οἱ ἰχθῦς δὲ οἱ πλεῖστοι δρῶσιν αὐτό. ἀσεβέστατον δὲ ποτάμιος ἵππος: γεύεται γὰρ καὶ τοῦ πατρός. ἀναιδῆ δὲ καὶ μὴ ῥᾳδίως ὑποστελλόμενα μυῖαι καὶ κύνες. ἀγριώτατον δὲ λύκοι. λέγουσι δὲ οἱ Αἰγύπτιοι ὅτι καὶ ἀλλήλους ἐσθίουσι, καὶ τὸν τρόπον τῆς ἐπιβουλῆς ἐκεῖνόν φασιν. ἐς κύκλον ἑαυτοὺς περιαγαγόντες [p. 184] εἶτα μέντοι θέουσιν. ὅταν δέ τις αὐτῶν ὑπὸ τοῦ κατὰ τὸν δρόμον ἰλίγγου σκοτοδινιάσῃ καὶ περιτραπῇ, οἱ λοιποὶ κειμένῳ προσπεσόντες σπαράττουσιν αὐτὸν καὶ ἐσθίουσι. δρῶσι δὲ ἄρα τοῦτο ἐπὰν ἀθηρίᾳ περιπέσωσι. πρὸς γὰρ τὸ μὴ πεινῆν πάντα λῆρον ἥγηνται ὥσπερ οὖν οἱ τῶν ἀνθρώπων κακοὶ πρὸς τὸ ἀργύριον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: