previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ποταμὸν ἐλέφαντες διέρχονται οἱ μὲν ἔτι νέοι διανηχόμενοι: οἱ δὲ ἤδη τέλειοι, καὶ εἰ καλύπτοιντο ὑπὸ τοῦ ῥεύματος, ἀνέχουσι μέντοι τὰς προβοσκίδας ὑπὲρ τὸ ὕδωρ, τὰ δὲ ἀρτιγενῆ πώλια ἐπὶ τῶν ὀδόντων φέρουσιν αἱ μητέρες. τῶν μὲν οὖν κινδύνων καὶ πόνων οἱ νέοι κατάρχονται, ποτοῦ δὲ ἄρα καὶ τροφῆς ἀφίστανται τοῖς πρεσβυτέροις αἰδῶ νέμοντες, καὶ τῶν Λυκούργου νόμων δέονται οἵδε οὐδὲ ἕν. γήρᾳ δὲ παρειμένον ἐλέφαντα νόσῳ κατειλημμένον οὐκ ἄν ποτε οἱ συναγελαζόμενοι καταλίποιεν, ἀλλὰ πιστῶς παραμένουσι, καὶ ἀναρρῶσαι σπεύδουσι τῇ τε ἄλλῃ καὶ ἐὰν διώκωνται, καὶ ὑπὲρ αὐτοῦ μάχονται, καὶ τιτρώσκονται παραμένοντες, φυγεῖν δυνάμενοι. καὶ τὰ βρέφη δὲ τὰ νεαρὰ οὐκ ἄν ποτε αἱ τεκοῦσαι προδοῖεν, ἀλλὰ καὶ ἐκείνοις ἐκεῖναι πιστῶς παραμένουσι, καίτοι τῶν θηρώντων ἐγκειμένων, καὶ πρότερόν γε τὴν ψυχὴν ἀπολίποιεν ἂν τὰ τέκνα. ἐγὼ δὲ ᾔδειν μειράκιον ὢν ἄνθρωπον πρεσβῦτιν Λαινίλλαν ὄνομα, καὶ ἐδείκνυτο ὑπὸ πάντων, καὶ ἐπ᾽ αὐτῇ μῦθος ἐλέγετο, καὶ γε μῦθος τοιόσδε ἦν. οἱ πρεσβύτεροι πρός με ἔφασκον ἐκείνην τὴν ἄνθρωπον ἐρασθεῖσαν οἰκέτου δριμέως αὐτῷ μὲν συγκαθεύδειν, κηλῖδα δὲ ἄρα παισὶ τοῖς ἑαυτῆς περιάπτειν. οἳ δὲ εὐγενεῖς ἦσαν, καὶ ἐς τὴν βουλὴν τὴν Ῥωμαίων ἐτέλουν ἐκ πατέρων τε καὶ τῶν ἄνω τοῦ γένους. οἱ τοίνυν παῖδες αἰδούμενοι τῇ μητρὶ ἤχθοντο τοιαῦτα δρώσῃ, καὶ πράως ὑπενουθέτουν, καὶ τοῦ πραττομένου τὴν αἰσχύνην ἐπέλεγον ἡσυχῆ: δὲ κυμαίνουσα ἐκ τῆς ἐπιθυμίας, καὶ τὸν ἔρωτα ἐπίπροσθεν τῶν υἱέων ποιησαμένη, καταγορεύει αὐτῶν πρὸς τὸν ἄρχοντα, καὶ λέγει ὡς ἐπιβουλεύοιεν αὐτῷ. δὲ ἔχων ἐς διαβολὰς τὸ οὖς ῥᾴδιον, καὶ ὑπόπτης ὢν καὶ δειλὸς [p. 182] ῾πάθη δὲ ταῦτα ἀγεννοῦς διανοίασ᾽ ἐπίστευσε. καὶ οἳ μὲν οὐδὲν ἀδικοῦντες ἀπέθνησκον, δὲ ἆθλον τοῦ κατειπεῖν ἠνέγκατο δούλῳ συγκαθεύδειν ἀνέδην. πατρῷοι θεοὶ καὶ Ἄρτεμι λοχεία Εἰλείθυιαί τε θυγατέρες Ἥρας, τί ἂν ἔτι Μήδειαν εἴποιμεν τὴν Κόλχον Πρόκνην τὴν Ἀτθίδα, τῶν ἔναγχός τε καὶ καθ᾽ ἡμᾶς παθῶν μνημονεύσαντες;

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: