previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἄρκτος ὅτι τίκτει σάρκα ἄσημον εἶτα τῇ γλώττῃ διαρθροῖ αὐτὴν καὶ οἱονεὶ διαπλάττει, ἄνω που λέλεκται. δὲ οὐκ εἶπον ἤδη, τοῦτο εἰρήσεται νῦν, καὶ μάλα ἐν καλῷ. χειμῶνος μὲν ἀποτίκτει, καὶ φωλεύει [p. 140] τεκοῦσα, καὶ ὑφορωμένη τοὺς κρυμοὺς τὴν ἐπιδημίαν τοῦ ἦρος προσμένει, οὐδ᾽ ἂν πρὶν πληρωθῆναι τρεῖς μῆνας ἐξαγάγοι ποτὲ τὰ βρέφη. ὅταν δὲ αἴσθηται ἑαυτῆς πεπλησμένης, ὑφορωμένη τοῦτο ὡς νόσον, ζητεῖ φωλεόν. ἔνθεν τοι καὶ κέκληται τῇ ἄρκτῳ φωλεία τὸ πάθος. εἶτα ἐσέρχεται οὐ βαδίζουσα, ἀλλὰ ὑπτία, ἀφανίζουσα τοῖς θηραταῖς τὰ ἴχνη: ἑαυτὴν γὰρ ἐπισύρει κατὰ τὰ νῶτα. καὶ παρεσελθοῦσα ἡσυχάζει, καὶ τρόπον τινὰ τὴν ἕξιν ῥινᾷ, καὶ δρᾷ τετταράκοντα ἡμερῶν αὐτό. καὶ λέγει μὲν Ἀριστοτέλης ὅτι ἄρα δὶς ἑπτὰ ἡμερῶν ἀκίνητος μένει καὶ ἀτρεμεῖ, τῶν δὲ ἄλλων στρέφεται μόνον. ἄσιτος δὲ ἄρα διαμένει τῶν τετταράκοντα πασῶν καὶ ἄτροφος, ἀπόχρη δὲ αὐτῇ τὴν δεξιὰν περιλιχμᾶσθαι. ἐκ δὲ τῆς συντήξεως τῆς ἄγαν συνέπτυκται τὸ ἔντερον αὐτῇ καὶ συνῆλθεν. ὅπερ εἰδυῖα, ὅταν προέλθῃ, τοῦ καλουμένου ἄρου τοῦ ἀγρίου ἐσθίει: τὸ δὲ ἄρα φυσῶδες ὂν διίστησιν αὐτῇ τὸ ἔντερον, καὶ εὐρύνει αὐτό, καὶ ἀποφαίνει τροφῆς δεκτικόν. ὅταν δὲ αὖ πάλιν πεπληρωμένη, μυρμήκων ἐσθίει, καὶ κενοῦται ῥᾷστα. κενώσεις μὲν δὴ φυσικαὶ τῶν ἄρκτων καὶ πληρώσεις ἐς δέον εἴρηνταί μοι μήτε ἰατρῶν μήτε συγκραμάτων, ἄνθρωποι, δεόμεναι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: