previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


δολερὸν χρῆμα ἀλώπηξ. ἐπιβουλεύει γοῦν τοῖς χερσαίοις ἐχίνοις τὸν τρόπον τοῦτον. ὀρθοὺς αὐτοὺς [p. 150] καταγωνίσασθαι ἀδύνατός ἐστι. τὸ δὲ αἴτιον, αἱ ἄκανθαι ἀνείργουσιν αὐτήν. δὲ ἡσύχως καὶ πεφεισμένως ἔχουσα τοῦ ἑαυτῆς στόματος ἀνατρέπει αὐτοὺς καὶ κλίνει ὑπτίους, ἀνασχίσασά τε ἐσθίει ῥᾳδίως τοὺς τέως φοβερούς. τὰς δὲ ὠτίδας ἐν τῷ Πόντῳ θηρεύουσιν οὕτως. ἀποστραφεῖσαι αὐταὶ καὶ ἐς γῆν κύψασαι τὴν κέρκον ἀνατείνουσιν ὥσπερ οὖν τράχηλον ὄρνιθος: αἳ δὲ ἀπατηθεῖσαι προσίασιν ὡς πρὸς ὄρνιν ὁμόφυλον, εἶτα πλησίον γενόμεναι τῆς ἀλώπεκος ἁλίσκονται ῥᾷστα ἐπιστραφείσης καὶ ἐπιθεμένης κατὰ τὸ καρτερόν. τὰ σμικρὰ δὲ ἰχθύδια θηρῶσι πάνυ σοφῶς. παρὰ τὴν ὄχθην τὴν τοῦ ποταμοῦ ἔρχονται καὶ τὴν οὐρὰν καθιᾶσιν ἐς τὸ ὕδωρ: τὰ δὲ προσνέοντα ἐνίσχεταί τε καὶ ἐμπαλάσσεται τῷ δάσει τῷ τῶν τριχῶν. αἳ δὲ αἰσθόμεναι τοῦ μὲν ὕδατος ἀναχωροῦσιν, ἐλθοῦσαι δὲ ἐς τὰ ξηρὰ χωρία διασείουσι τὰς οὐράς, καὶ ἐκπίπτει τὰ ἰχθύδια, καὶ ἐκεῖναι δεῖπνον ἁβρότατον ἔχουσιν. οἱ δὲ Θρᾷκες τῆς τῶν ποταμῶν πήξεως τῆς οὐ σφαλερᾶς ποιοῦνται γνώμονα τήνδε τὴν θῆρα. καὶ ἐὰν διαδράμῃ τὸν κρύσταλλον μὴ ἐνδιδόντα μηδὲ εἴκοντα τοῖς ἐκείνης βήμασι, θαρροῦσι καὶ ἕπονται. πεῖραν δὲ αὐτὴ ποιεῖται τοῦ μὴ σφαλεροῦ πόρου τὸν τρόπον τοῦτον. παραβάλλει τὸ οὖς τῷ κρυστάλλῳ: κἂν μὲν αἴσθηται

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: