Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἐκεῖνο καθ᾽ ἑαυτὸ βασιλεύεσθαι, καὶ οὖν καὶ γενέσθαι παρ᾽ αὐτοῖς ἐκλείποντος ἄρρενος βασιλέως βασιλίδα τινὰ καὶ κρατῆσαι τῶν Πυγμαίων, Γεράναν ὄνομα, [p. 387] ἥνπερ οὖν ἐκθεοῦντες οἱ Πυγμαῖοι σεμνοτέραις ἢ κατ᾽ ἄνθρωπον ἐτίμων τιμαῖς. ἐκ τούτων οὖν ἐκείνη φασὶ τὴν διάνοιαν ἐξηνεμώθη, καὶ τὰς θεὰς παρ᾽ οὐδὲν ἐτίθετο. μάλιστα δὲ τὴν Ἥραν καὶ τὴν Ἀθηνᾶν καὶ τὴν Ἄρτεμιν καὶ τὴν Ἀφροδίτην οὐδὲ ἴκταρ ἔλεγε βάλλειν πρὸς τὸ αὐτῆς κάλλος. οὔκουν ἔμελλεν ἁμαρτήσεσθαι κακοῦ νοσοῦσα τοιαῦτα: κατὰ γὰρ τὸν τῆς Ἥρας χόλον ἐς ὄρνιν αἰσχίστην τὸ εἶδος τὸ ἐξ ἀρχῆς ἤμειψε, καὶ ἔστιν ἡ νῦν γέρανος, καὶ πολεμεῖ τοῖς Πυγμαίοις, ὅτι αὐτὴν ἐξέμηναν τῇ πέρα τιμῇ καὶ ἀπώλεσαν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.