previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Λυκάονι τῷ βασιλεῖ τῆς Ἠμαθίας γίνεται παῖς, ὄνομα Μακεδών, ἐξ οὗ καὶ χώρα κέκληται μετὰ ταῦτα τὸ ἀρχαῖον ὄνομα οὐκέτι φυλάξασα. τούτῳ δὲ ἄρα παῖς ἀνδρεῖος ἦν καὶ κάλλει διαπρεπής, Πίνδος ὄνομα: ἦσαν δέ οἱ καὶ ἄλλοι παῖδες, ἀνόητοι δὲ οὗτοι τὴν ψυχὴν καὶ τὸ σῶμα οὐ ῥωμαλέοι, οἵπερ οὖν χρόνῳ ὕστερον βασκήναντες τἀδελφῷ τῆς τε ἀρετῆς καὶ τῆς ἄλλης εὐδαιμονίας ἐκεῖνον μὲν διέφθειραν, ἑαυτοὺς δὲ ἐπαπώλεσαν διδόντες δίκην κατὰ τὴν Δίκην. αἰσθόμενος γὰρ ὅδε Πίνδος τὴν ἐκ τῶν ἀδελφῶν ἐς ἑαυτὸν ἐπιβουλήν, τὴν πατρῴαν ἀρχὴν ἀπέλιπεν, ᾤκει δὲ ἐν χώρῳ, καὶ ἦν τῇ τε ἄλλῃ ῥωμαλέος, καὶ οὖν καὶ κυνηγετικὸς ἦν. καί ποτε ἐθήρα νεβρούς. καὶ οἳ μὲν ἔθεον ποδῶν εἶχον, δὲ μεταδιώκων εἶτα μέντοι τὸν ἵππον ἀνὰ κράτος ἤλαυνε, καὶ τῶν μὲν συνθηρατῶν ἀποσπᾷ πολύ, οἱ νεβροὶ δὲ ἐς φάραγγα κοίλην τε καὶ βαθυτάτην ἐσδύντες καὶ ἑαυτοὺς σώσαντες ἀπὸ τῆς ὄψεως τοῦ διώκοντος ἠφανίσθησαν. οὐκοῦν ἀποπηδήσας τοῦ ἵππου Πίνδος ἐκεῖνον μὲν τοῦ ῥυμοῦ πρός τι τῶν παρεστώτων ἐξῆψε δένδρων, αὐτὸς δὲ οἷος ἦν τὴν φάραγγα διερευνᾶν καὶ μαστεύειν τοὺς προειρημένους. εἶτα ἀκούει φωνῆς, καὶ ἔλεγεν αὕτη ῾τῶν νεβρῶν μὴ ἅψαἰ. οὐκοῦν ἐπεὶ πολλὰ περιβλέψας οὐδὲν ἐθεάσατο, ἔδεισε τὸ φώνημα ὡς ἔκ τινος αἰτίας κρείττονος προσπεσόν. καὶ τότε μὲν ᾤχετο ἀπιὼν καὶ τὸν ἵππον ἀπάγων, τῇ δὲ ὑστεραίᾳ μόνος ἀφικνεῖται, [p. 266] καὶ πάρεισι μὲν ἐς τὴν φάραγγα οὐδαμῶς μνήμῃ τε τῆς φωνῆς τῆς προσπεσούσης αὐτοῦ ταῖς ἀκοαῖς καὶ δέει. στρέφοντι δ᾽ ἐν ἑαυτῷ βουλὴν καὶ διαποροῦντι τίς ἦν ἄρα τῇ προτεραίᾳ ἀναστείλας αὐτὸν τῆς ἐπὶ τὴν ἄγραν ὁρμῆς, καὶ περιβλέποντι οἷα εἰκὸς νομέας ὀρείους θηρατὰς ἑτέρους, μέγα τι χρῆμα ὁρᾶται δράκων τὸ μὲν πλεῖστον τοῦ σώματος ἐπισύρων, ὀλίγην δὲ ἀνατείνας ὡς πρὸς αὐτὸ τὴν δέρην ῾καὶ ἦν δέρη σὺν τῇ κεφαλῇ ὑπὲρ τέλειον ἄνδρα τὸ μέγεθοσ᾽, εἶτα ὀφθεὶς ἐξέπληξεν. οὐ μὴν ἐς φυγὴν Πίνδος ἐξώρμησεν, ἀλλ᾽ ἀθροίσας ἑαυτὸν σοφίᾳ περιέρχεται τὸν θῆρα: τῶν γὰρ ὀρνίθων ὧν θηράσας ἔτυχε προσήγαγε, καὶ προύτεινέν οἱ ξένια ταῦτα καὶ ἑαυτοῦ ζωάγρια. δέ, οἷα δήπου τοῖς δώροις μειλιχθεὶς καὶ καταγοητευθεὶς ὡς ἂν εἴποις, ᾤχετο ἀπιών. ταῦτα τὸν νεανίαν ἧσε, καὶ τὸ ἐντεῦθεν ἀπέφερε τῷ δράκοντι μισθὸν σωτηρίας, ὡς ἄνθρωπος ἀγαθός, ὧν εἶχε θηραμάτων ἀπαρχὰς κεχαρισμένας τῆς ἄγρας τῆς ὀρείου τῆς πτηνῆς. καὶ τῷ μὲν τὰ τῆς προειρημένης δωροφορίας ἐνεργότατα ἦν, ὑπήρχετο δὲ καὶ τὰ ἐκ τοῦ δαίμονος εὐθενεῖσθαι τῷ Πίνδῳ, καὶ ὁσημέραι χωρεῖν ἐς τὸ σοβαρώτερον: θηρῶντι γὰρ ἀπήντων εὐθηρίαι, ὅσαι τε τῶν ἐν ταῖς ὕλαις ζῴων, τῶν τε ὀρνίθων ὅσαι. ἦν οὖν αὐτῷ καὶ περιβολή, καὶ διεῖρπε μέντοι καὶ κλέος ὡς ὁμόσε τοῖς θηρίοις ἰόντος καὶ ἀτρέπτως αἱροῦντος αὐτά: ἦν δὲ καὶ ἰδεῖν μέγας καὶ οἷος ἐκπλῆξαι τῷ τε ὄγκῳ τοῦ σώματος καὶ τῇ εὐεξίᾳ προσέτι, τῇ δὲ ὥρᾳ τὸ θῆλυ πᾶν ἀναφλέγων καὶ ἐς ἑαυτὸν ἐξάπτων ἦν δῆλος. καὶ ἐφοίτων ἐπὶ θύρας τὰς ἐκείνου οἷα δήπου βεβακχευμέναι ὅσον μὲν τῶν γυναικῶν ἦν χῆρον, αἵ γε μὴν συνοικοῦσαι τοῖς γεγαμηκόσι φρουρούμεναι μὲν [p. 267] τῷ νόμῳ, τῷ κλέει δὲ τοῦ κάλλους τοῦ κατὰ τὸν Πίνδον δεδουλωμέναι προυτίμων συνοικεῖν ἐκείνῳ θεαὶ γεγονέναι. καὶ ἐτεθήπεσάν γε αὐτὸν οἱ πολλοὶ τῶν ἀνδρῶν καὶ ἐφίλουν, ἐχθροὶ δὲ οἱ ἀδελφοὶ μόνοι ἦσαν. καί ποτε θηρῶντα ἐλλοχῶσι μόνον, καὶ ποταμοῦ γε ἦν θήρα πλησίον, εἶτα ἐρήμῳ συμμάχων οἱ τρεῖς ἐπιστάντες ἔπαιον τοῖς ξίφεσιν αὐτόν, δὲ ἐβόα. ἀκούει ταῦτα ἑταῖρος αὐτοῦ δράκων: ὀξυήκοον δὲ καὶ ὀξυωπέστατον τὸ ζῷόν ἐστιν. οὐκοῦν πρόεισι τῆς ἑαυτοῦ κοίτης, καὶ τοῖς ἀνοσίοις περιπλακεὶς ἀπέκτεινεν αὐτοὺς ἐς πνῖγμα ἄγχων: αὐτὸς δὲ οὐ κατέλυσε τὴν φυλακήν, ἔστε οἱ προσήκοντες τῷ νεανίᾳ ποθοῦντες αὐτὸν ἀφίκοντο, καὶ ἐνέτυχον κειμένῳ. καὶ ὠλοφύροντο μέν, προσελθεῖν δὲ ἐπὶ κηδεύσει τοῦ νεκροῦ οὐκ ἐτόλμων δέει τοῦ φρουροῦ. δὲ συνεὶς φύσει τινὶ ἀπορρήτῳ ὅτι ἀναστέλλει αὐτούς, ᾤχετο ἀπιὼν κατὰ πολλὴν τὴν σχολήν, ἀπολιπὼν ἐκεῖνον τῆς τελευταίας ἐκ τῶν προσηκόντων χάριτος τυχεῖν. οὐκοῦν καὶ ἐτάφη μεγαλοπρεπῶς καὶ γείτων τῷ φόνῳ ποταμὸς ἐκλήθη Πίνδος ἐκ τοῦ νεκροῦ καὶ τοῦ κατ᾽ αὐτὸν τάφου. ἴδιον μὲν δὴ τῶν ζῴων ἐκτίνειν χάριτας τοῖς εὐεργέταις, ᾗπερ οὖν καὶ ἄνω λέλεκται, καὶ νῦν δὲ οὐχ ἥκιστα.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (8 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: