previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


οἰκία τῷ σαργῷ τῷ ἰχθύι πέτραι τε καὶ σήραγγες, ἔχουσαι μέντοι διασφάγας μικρὰς, ὡς αὐγὴν ἡλίου κατιέναι καὶ φωτὸς ὑποπιμπλάναι τὰς διαστάσεις τάσδε: χαίρουσι γὰρ οἱ σαργοὶ φωτὶ μὲν παντί, τῆς δὲ ἀκτῖνος τοῦ ἡλίου καὶ μᾶλλον διψῶσιν. οἰκοῦσι δὲ ἐν ταὐτῷ πολλοί: δίαιται δὲ αὐτοῖς καὶ ἤθη τὰ τῆς θαλάσσης βράχη, καὶ τῇ γῇ γειτνιῶσι μάλα ἀσμένως. φιλοῦσι δέ πως αἶγας ἰσχυρῶς. ἐὰν γοῦν πλησίον τῆς ᾐόνος νεμομένων σκιὰ μιᾶς δευτέρας ἐν τῇ θαλάττῃ φανῇ, οἳ δὲ ἀσμένως προσνέουσι καὶ ἀναπηδῶσιν, ὡς ἡδόμενοι, καὶ προσάψασθαι τῶν αἰγῶν ποθοῦσιν ἐξαλλόμενοι, καίτοι οὐ πάνυ τι ὄντες ἁλτικοὶ τὴν ἄλλως: νηχόμενοι δὲ καὶ ὑπὸ τοῖς κύμασιν ὅμως τῆς τῶν αἰγῶν ὀσμῆς ἔχουσιν αἴσθησιν, καὶ ὑφ᾽ ἡδονῆς προελθεῖν ἐπ᾽ αὐτὰς σπεύδουσιν. ἐπεὶ τοίνυν δυσέρωτές εἰσιν, ἐξ ὧν ποθοῦσιν ἐκ τούτων ἁλίσκονται. ἁλιεὺς γὰρ ἀνὴρ αἰγὸς δορᾷ ἑαυτὸν περιαμπέχει, σὺν αὐτοῖς τοῖς κέρασι δαρείσης αὐτῆς: λαμβάνει δὲ ἄρα τὸν ἥλιον κατὰ νώτου ἐπιβουλεύων θηρατὴς τῇ ἄγρᾳ, εἶτα [p. 16] καταπάττει τῆς θαλάττης, ὑφ᾽ ἣν οἰκοῦσιν οἱ προειρημένοι, ἄλφιτα αἰγείῳ ζωμῷ διαβραχέντα. ἑλκόμενοι δὲ οἱ σαργοὶ ὡς ὑπό τινος ἴυγγος τῆς ὀσμῆς τῆς προειρημένης προσίασι, καὶ σιτοῦνται μὲν τῶν ἀλφίτων, κηλοῦνται δὲ ὑπὸ τῆς δορᾶς. αἱρεῖ δὲ αὐτῶν πολλοὺς ἀγκίστρῳ σκληρῷ καὶ ὁρμιᾷ λίνου λευκοῦ: ἐξῆπται δὲ οὐχὶ καλάμου, ἀλλὰ ῥάβδου κρανείας: δεῖ γὰρ τὸν ἐμπεσόντα ἀνασπάσαι ῥᾷστα, ἵνα μὴ τοὺς ἄλλους ἐκταράξῃ. θηρῶνται δὲ καὶ ἀπὸ χειρός, ἐάν τις τὰς ἀκάνθας, ἃς ἐγείρουσιν ἐς τὸ ἑαυτοῖς ἀμύνειν, ἐς τὸ κάτω μέρος ἀπό γε τῆς κεφαλῆς ἡσυχῆ κατάγων εἶτα κλίνῃ καὶ πιέσας τῶν πετρῶν ἐκσπάσῃ, ἐς ἃς ἑαυτοὺς ὑπὲρ τοῦ λαθεῖν ὠθοῦσιν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: