previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ὅτι οἱ Μεσσήνιοι διὰ τὴν αὑτῶν ἄγνοιαν εἰς τὴν ἐσχάτην παραγενόμενοι διάθεσιν ἀποκατέστησαν εἰς τὴν ἐξ ἀρχῆς κατάστασιν τῆς συμπολιτείας διὰ τὴν Λυκόρτα καὶ τῶν Ἀχαιῶν μεγαλοψυχίαν. [2] δ᾽ Ἀβία καὶ Θουρία καὶ Φαραὶ κατὰ τὸν καιρὸν τοῦτον ἀπὸ μὲν τῆς Μεσσήνης ἐχωρίσθησαν, ἰδίᾳ δὲ θέμεναι στήλην ἑκάστη μετεῖχεν τῆς κοινῆς συμπολιτείας. [3] Ῥωμαῖοι δὲ πυθόμενοι κατὰ λόγον κεχωρηκέναι τοῖς Ἀχαιοῖς τὰ κατὰ τὴν Μεσσήνην, οὐδένα λόγον ποιησάμενοι τῆς πρότερον ἀποφάσεως ἄλλην ἔδωκαν τοῖς αὐτοῖς πρεσβευταῖς ἀπόκρισιν, διασαφοῦντες ὅτι πρόνοιαν πεποίηνται τοῦ μηθένα τῶν ἐξ Ἰταλίας μήθ᾽ ὅπλα μήτε σῖτον εἰσάγειν εἰς τὴν Μεσσήνην. [4] ἐξ οὗ καταφανεῖς ἅπασιν ἐγενήθησαν ὅτι τοσοῦτον ἀπέχουσιν τοῦ τὰ μὴ λίαν ἀναγκαῖα τῶν ἐκτὸς πραγμάτων ἀποτρίβεσθαι καὶ παρορᾶν, ὡς τοὐναντίον καὶ δυσχεραίνουσιν ἐπὶ τῷ μὴ πάντων τὴν ἀναφορὰν ἐφ᾽ ἑαυτοὺς γίνεσθαι καὶ πάντα πράττεσθαι μετὰ τῆς αὑτῶν γνώμης. [5] εἰς δὲ τὴν Λακεδαίμονα παραγενομένων τῶν πρεσβευτῶν ἐκ τῆς Ῥώμης καὶ κομιζόντων τὴν ἀπόκρισιν, εὐθέως στρατηγὸς τῶν Ἀχαιῶν μετὰ τὸ συντελέσαι τὰ κατὰ τὴν Μεσσήνην συνῆγε τοὺς πολλοὺς εἰς τὴν τῶν Σικυωνίων πόλιν. [6] ἁθροισθέντων δὲ τῶν Ἀχαιῶν ἀνεδίδου διαβούλιον ὑπὲρ τοῦ προσλαβέσθαι τὴν Σπάρτην εἰς τὴν συμπολιτείαν, [7] φάσκων Ῥωμαίους μὲν ἀποτρίβεσθαι τὴν πρότερον αὐτοῖς δοθεῖσαν ἐπιτροπὴν ὑπὲρ τῆς πόλεως ταύτης: ἀποκεκρίσθαι γὰρ αὐτοὺς νῦν μηθὲν εἶναι τῶν κατὰ Λακεδαίμονα πραγμάτων πρὸς αὑτούς: [8] τοὺς δὲ κυριεύοντας τῆς Σπάρτης κατὰ τὸ παρὸν βούλεσθαι σφίσιν μετέχειν τῆς συμπολιτείας. [9] διὸ παρεκάλει προσδέχεσθαι τὴν πόλιν: εἶναι γὰρ τοῦτο κατὰ δύο τρόπους συμφέρον, καθ᾽ ἕνα μέν, ὅτι τούτους μέλλουσι προσλήψεσθαι τοὺς διατετηρηκότας τὴν πρὸς τὸ ἔθνος πίστιν, [10] καθ᾽ ἕτερον δέ, διότι τῶν ἀρχαίων φυγάδων τοὺς ἀχαρίστως καὶ ἀσεβῶς ἀνεστραμμένους εἰς αὐτοὺς οὐχ ἕξουσι κοινωνοὺς τῆς πολιτείας, ἀλλ᾽ ἑτέρων αὐτοὺς ἐκκεκλεικότων τῆς πόλεως, βεβαιώσαντες τὰς ἐκείνων προαιρέσεις ἅμα τὴν ἁρμόζουσαν αὐτοῖς χάριν ἀποδώσουσι μετὰ τῆς τῶν θεῶν προνοίας. [11] μὲν οὖν Λυκόρτας ταῦτα καὶ τὰ τοιαῦτα λέγων παρεκάλει τοὺς Ἀχαιοὺς προσδέξασθαι τὴν πόλιν: [12] δὲ Διοφάνης καί τινες ἕτεροι βοηθεῖν ἐπειρῶντο τοῖς φυγάσι καὶ παρεκάλουν τοὺς Ἀχαιοὺς μὴ συνεπιθέσθαι τοῖς ἐκπεπτωκόσιν μηδὲ δι᾽ ὀλίγους ἀνθρώπους συνεπισχῦσαι τοῖς ἀσεβῶς καὶ παρανόμως αὐτοὺς ἐκ τῆς πατρίδος

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1889)
hide References (1 total)
  • Cross-references to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: