previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ὅτι παραγενομένων πρὸς τὸν στρατηγὸν τῶν Ῥωμαίων ἐξ ἠπείρου πρεσβευτῶν, ἐκοινολογεῖτο τούτοις περὶ τῆς ἐπὶ τοὺς Αἰτωλοὺς στρατείας. [2] τῶν δὲ πρεσβευτῶν στρατεύειν ἐπὶ τὴν Ἀμβρακίαν συμβουλευόντωνσυνέβαινε γὰρ τότε πολιτεύεσθαι τοὺς Ἀμβρακιώτας μετὰ τῶν Αἰτωλῶν[3] καὶ φερόντων ἀπολογισμοὺς διότι καὶ πρὸς τὸ μάχεσθαι τοῖς στρατοπέδοις, ἐὰν εἰς τοῦτο βούλωνται συγκαταβαίνειν Αἰτωλοί, καλλίστους εἶναι τόπους συμβαίνει περὶ τὴν προειρημένην πόλιν, [4] κἂν ἀποδειλιῶσιν, εὐφυῶς αὐτὴν κεῖσθαι πρὸς πολιορκίαν: καὶ γὰρ ἀφθόνους ἔχειν τὴν χώραν τὰς χορηγίας πρὸς τὰς τῶν ἔργων παρασκευάς, καὶ τὸν Ἄρατθον ποταμὸν ῥέοντα παρὰ τὴν πόλιν συνεργήσειν πρός τε τὰς τοῦ στρατοπέδου χρείας, ἅτε θέρους ὄντος καὶ πρὸς τὴν τῶν ἔργων ἀσφάλειαν: δοξάντων δὲ τῶν πρεσβευτῶν καλῶς συμβουλεύειν, [5] ἀναζεύξας στρατηγὸς ἦγε διὰ τῆς Ἠπείρου τὸν στρατὸν ἐπὶ τὴν Ἀμβρακίαν. [6] ἀφικόμενος δέ, καὶ τῶν Αἰτωλῶν οὐ τολμώντων ἀπαντᾶν, περιῄει κατοπτεύων τὴν πόλιν καὶ ἐνήργει τὰ τῆς πολιορκίας φιλοτίμως. [7] καὶ οἱ μὲν ὑπὸ τῶν Αἰτωλῶν εἰς τὴν Ῥώμην ἀποσταλέντες πρέσβεις, παρατηρηθέντες ὑπὸ Σιβύρτου τοῦ Πετραίου περὶ τὴν Κεφαλληνίαν, κατήχθησαν εἰς Χάραδρον. [8] τοῖς δ᾽ Ἠπειρώταις ἔδοξεν τὰς μὲν ἀρχὰς εἰς Βούχετον ἀποθέσθαι καὶ φυλάττειν ἐπιμελῶς τοὺς ἄνδρας: μετὰ δέ τινας ἡμέρας ἀπῄτουν αὐτοὺς λύτρα διὰ τὸ πόλεμον ὑπάρχειν σφίσιν πρὸς τοὺς Αἰτωλούς. [9] συνέβαινε δὲ τὸν μὲν Ἀλέξανδρον πλουσιώτατον εἶναι πάντων τῶν Ἑλλήνων, τοὺς δὲ λοιποὺς οὐ καθυστερεῖν τοῖς βίοις, πολὺ δὲ λείπεσθαι τοῦ προειρημένου ταῖς οὐσίαις. [10] καὶ τὸ μὲν πρῶτον ἐκέλευον ἕκαστον ἀποδοῦναι πέντε τάλαντα. τοῦτο δὲ τοῖς μὲν ἄλλοις οὐδ᾽ ὅλως ἀπήρεσκεν, ἀλλ᾽ ἐβούλοντο, περὶ πλείστου ποιούμενοι τὴν σφῶν αὐτῶν σωτηρίαν: [11] δ᾽ Ἀλέξανδρος οὐκ ἂν ἔφη συγχωρῆσαι, πολὺ γὰρ εἶναι τἀργύριον [φαίνεται], καὶ τὰς νύκτας διαγρυπνῶν διωλοφύρετο πρὸς αὑτόν, εἰ δεήσει πέντε τάλαντα καταβάλλειν. [12] οἱ δ᾽ Ἠπειρῶται προορώμενοι τὸ μέλλον καὶ διαγωνιῶντες μὴ γνόντες οἱ Ῥωμαῖοι διότι πρεσβεύοντας πρὸς αὐτοὺς κατεσχήκασι, κἄπειτα γράψαντες παρακαλῶσι καὶ κελεύωσιν ἀπολύειν τοὺς ἄνδρας, συγκαταβάντες τρία τάλαντα πάλιν ἀπῄτουν ἕκαστον. [13] ἀσμένως δὲ τῶν ἄλλων προσδεξαμένων, οὗτοι μὲν διεγγυηθέντες ἐπανῆλθον, δ᾽ Ἀλέξανδρος οὐκ ἂν ἔφη δοῦναι πλεῖον ταλάντου: καὶ γὰρ τοῦτ᾽ εἶναι πολύ. [14] καὶ τέλος ἀπογνοὺς αὑτὸν ἔμεινεν ἐν τῇ φυλακῇ, πρεσβύτερος ἄνθρωπος, πλειόνων διακοσίων ταλάντων ἔχων οὐσίαν: καί μοι δοκεῖ κἂν ἐκλιπεῖν τὸν βίον ἐφ᾽ μὴ δοῦναι τὰ τρία τάλαντα. [15] τοσαύτη τις ἐνίοις πρὸς τὸ πλεῖον ὁρμὴ παρίσταται καὶ προθυμία. [16] τότε δ᾽ ἐκείνῳ καὶ ταὐτόματον συνήργησεν πρὸς τὴν φιλαργυρίαν, ὥστε παρὰ πᾶσιν ἐπαίνου καὶ συγκαταθέσεως τυχεῖν τὴν ἀλογιστίαν αὐτοῦ διὰ τὴν περιπέτειαν: [17] μετὰ γὰρ ὀλίγας ἡμέρας γραμμάτων παραγενηθέντων ἐκ τῆς Ῥώμης περὶ τῆς ἀφέσεως, αὐτὸς μόνος ἀπελύθη χωρὶς λύτρων. [18] οἱ δ᾽ Αἰτωλοί, γνόντες τὴν αὐτοῦ περιπέτειαν, Δαμοτέλη προεχειρίσαντο πάλιν εἰς τὴν Ῥώμην πρεσβευτήν. [19] ὃς ἐκπλεύσας μέχρι τῆς Λευκάδος καὶ γνοὺς προάγοντα διὰ τῆς Ἠπείρου μετὰ τῶν δυνάμεων Μάρκον ἐπὶ τὴν Ἀμβρακίαν, ἀπογνοὺς τὴν πρεσβείαν αὖθις ἀνεχώρησεν εἰς τὴν Αἰτωλίαν. —

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1889)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: