previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


προχείρως ἀπέγνω, στρατοπεδεύσας δ᾽ ἐν βραχεῖ διαστήματι καὶ λαβὼν πρόβλημα τὸν Γοργύλον καλούμενον ποταμόν, τινὰς μὲν ἡμέρας ἐπιμένων συνεθεώρει τάς τε τῶν τόπων ἰδιότητας καὶ τὰς τῶν δυνάμεων διαφοράς, [2] ἅμα δὲ καὶ προδεικνύων τινὰς ἐπιβολὰς πρὸς τὸ μέλλον ἐξεκαλεῖτο τὰς τῶν ὑπεναντίων ἐπινοίας. [3] οὐ δυνάμενος δὲ λαβεῖν οὐδὲν ἀργὸν οὐδ᾽ ἔξοπλον διὰ τὸ πρὸς πᾶν ἑτοίμως ἀντικινεῖσθαι τὸν Κλεομένη, [4] τῆς μὲν τοιαύτης ἐπινοίας ἀπέστη, τέλος δ᾽ ἐξ ὁμολόγου διὰ μάχης ἀμφότεροι προέθεντο κρίνειν τὰς πράξεις: πάνυ γὰρ εὐφυεῖς καὶ παραπλησίους ἡγεμόνας τύχη συνέβαλε τούτους τοὺς ἄνδρας. [5] πρὸς μὲν οὖν τοὺς κατὰ τὸν Εὔαν βασιλεὺς ἀντέταξε τῶν τε Μακεδόνων τοὺς χαλκάσπιδας καὶ τοὺς Ἰλλυριούς, κατὰ σπείρας ἐναλλὰξ τεταγμένους, Ἀλέξανδρον τὸν Ἀκμήτου καὶ Δημήτριον τὸν Φάριον ἐπιστήσας. [6] ἐπὶ δὲ τούτοις τοὺς Ἀκαρνᾶνας καὶ Ἠπειρώτας ἐπέβαλε: τούτων δὲ κατόπιν ἦσαν δισχίλιοι τῶν Ἀχαιῶν, ἐφεδρείας λαμβάνοντες τάξιν. [7] τοὺς δ᾽ ἱππεῖς περὶ τὸν Οἰνοῦντα ποταμὸν ἀντέθηκε τῷ τῶν πολεμίων ἱππικῷ, συστήσας αὐτοῖς Ἀλέξανδρον ἡγεμόνα καὶ συμπαραθεὶς πεζοὺς τῶν Ἀχαϊκῶν χιλίους καὶ Μεγαλοπολίτας τοὺς ἴσους. [8] αὐτὸς δὲ τοὺς μισθοφόρους ἔχων καὶ τοὺς Μακεδόνας κατὰ τὸν Ὄλυμπον πρὸς τοὺς περὶ τὸν Κλεομένη διέγνω ποιεῖσθαι τὴν μάχην. [9] προτάξας οὖν τοὺς μισθοφόρους ἐπέστησε διφαλαγγίαν ἐπάλληλον τῶν Μακεδόνων: ἐποίει δὲ τοῦτο διὰ τὴν στενότητα τῶν τόπων. [10] σύνθημα δ᾽ ἦν τοῖς μὲν Ἰλλυριοῖς τότε ποιεῖσθαι τὴν ἀρχὴν τῆς πρὸς τὸν λόφον προσβολῆς, ὅταν ἴδωσιν ἀρθεῖσαν ἀπὸ τῶν κατὰ τὸν Ὄλυμπον τόπων σινδόναπροσηρτημένοι γὰρ ἦσαν οὗτοι νυκτὸς ἐν τῷ Γοργύλῳ ποταμῷ πρὸς αὐτῇ τῇ τοῦ λόφου ῥίζῃ[11] τοῖς δὲ Μεγαλοπολίταις καὶ τοῖς ἱππεῦσι παραπλησίως, ἐπειδὰν φοινικὶς ἐξαρθῇ παρὰ τοῦ βασιλέως.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1889)
hide References (5 total)
  • Cross-references to this page (4):
  • Cross-references in notes to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: