Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[9]
πολίταις ἐποίησε: συσκευασάμενος γὰρ τὰ ἑαυτοῦ ἐνθένδε1 εἰς τὴν ὑπερορίαν ἐξῴκησε, καὶ ἐν Ὠρωπῷ μετοίκιον κατατιθεὶς ἐπὶ προστάτου ᾤκει, βουληθεὶς παρ᾽ ἐκείνοις μετοικεῖν μᾶλλον ἢ μεθ᾽ ἡμῶν πολίτης εἶναι. οὐ τοίνυν οὐδ᾽ ὥσπερ ἔνιοί τινες τῶν πολιτῶν μετεβάλοντο, ἐπειδὴ ἑώρων τοὺς ἀπὸ Φυλῆς ἐν οἷς ἔπραττον εὐτυχοῦντας, οὐδὲ τούτων τι τῶν εὐτυχημάτων ἠξίωσε μετασχεῖν, ἐπὶ κατειργασμένοις μᾶλλον ἐλθεῖν βουλόμενος ἢ συγκατελθεῖν κατεργασάμενός τι τῶν τῇ κοινῇ πολιτείᾳ συμφερόντων: οὐ γὰρ2 ἦλθεν εἰς τὸν Πειραιᾶ, οὐδ᾽ ἔστιν ὅπου ἑαυτὸν ὑμῖν τάξαι παρέσχεν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.