Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[7]
ἐπεὶ δὲ καὶ τῆς ἄλλης μου πολιτείας κατηγορεῖν ἐπεχείρησαν, βραχέα βούλομαι περὶ αὐτῆς εἰπεῖν, ἔπειθ᾽ οὕτως ἐπὶ τὴν λοιπὴν δικαιολογίαν ἀπελθεῖν, ἵνα μὴ λάθωσιν ὑμᾶς παρακρουσάμενοι. γεγονὼς γάρ, ὦ ἄνδρες Ἀθηναῖοι, Δημέου1 πατρός, ὡς καὶ ὑμῶν οἱ πρεσβύτεροι γινώσκουσι, τὸν μὲν ἄλλον χρόνον οὕτως ἔζων ὡς ἐδυνάμην, οὔτε κοινῇ τὸν δῆμον ἀδικῶν οὔτ᾽ ἰδίᾳ λυπῶν οὐδένα τῶν ἐν τῇ πόλει, πειρώμενος δ᾽ ἀεὶ τοῖς ἰδίοις πόνοις τὴν ἀσθένειαν τοῦ βίου διορθοῦσθαι.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.