Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[5]
δότε δή μοι πρὸς θεῶν, ὦ ἄνδρες Ἀθηναῖοι, δότε διαλεχθῆναι ὡς προαιροῦμαι πρὸς ὑμᾶς περὶ τῶν δικαίων. δοκῶ μὲν γὰρ δύναμιν εἶναί μοι καὶ τοῖς ἄλλοις βοηθεῖν: ἐν δὲ τούτοις ἐμποδίζει μου τὸν λόγον ὁ φόβος. ἄλλως δ᾽ οὐ τὸν ἔλεγχον τοῦ πράγματος δέδοικα,1 ἀλλὰ τὴν τῶν ἀντιδίκων διαβολὴν μόνον, ἥτις2 οὐ κρίνει τοὺς ἀδικοῦντας, ἀλλὰ φύεται τοῖς δοκοῦσι3 λέγειν ἢ πράττειν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.