Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
ἐμπεσὼν δ᾽ αὐτὸς εἰς μέσην τὴν τῶν1 ῥητόρων δυσμένειαν, ὥσπερ τῆς παρὰ θεῶν, οὕτω τῆς παρ᾽ ὑμῶν δέομαι τυχεῖν βοηθείας. διαβάλλουσι γάρ μου τὸν βίον, οἰόμενοι τὸν λόγον ἄπιστον καταστήσειν. ἐγὼ δ᾽ ἀποθανὼν μὲν ἢ ζῶν οὐδέν εἰμι: τί γὰρ Ἀθηναίοις, εἰ2 παρανάλωμα3 Δημάδης;4 δακρύσει δέ μου τὴν ἀπώλειαν οὐχ ὁ στρατιώτης5 — πῶς γὰρ; ὃν αὔξει μὲν πόλεμος, εἰρήνη δ᾽ οὐ τρέφει — ἀλλ᾽ ὁ τὴν χώραν γεωργῶν καὶ ὁ τὴν θάλατταν πλέων καὶ πᾶς ὁ τὸν ἡσύχιον βίον ἠγαπηκώς, ᾧ τὴν Ἀττικὴν ἐτείχισα, τοὺς ὅρους τῆς χώρας περιβαλὼν οὐ λίθοις ἀλλὰ τῇ τῆς πόλεως ἀσφαλείᾳ.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.