μικρή τις Διόνυσε καλὰ πρήσσοντι ποιητῆι
ῥῆσις: ὃ μὲν 'νικῶ᾽ φησὶ τὸ μακρότατον,
ὧι δὲ σὺ μὴ πνεύσηις ἐπιδέξιος, ἤν τις ἔρηται
'πῶς ἔβαλεσ᾽; φησί 'σκληρὰ τὰ γιγνόμενα᾽.
5τῶι μερμηρίξαντι τὰ μἤ̀ νδικα τοῦτο γένοιτο
τοὖπος: ἐμοὶ δ᾽, ὦναξ, ἡ βραχυσυλλαβίη.