κόγχος ἐγὼ Ζεφυρῖτι πάλαι τέρας: ἀλλὰ σὺ νῦν με
Κύπρι Σεληναίης ἄνθεμα πρῶτον ἔχεις,
ναυτίλος ὃς πελάγεσσιν ἐπέπλεον, εἰ μὲν ἀῆται,
τείνας οἰκείων λαῖφος ἀπὸ προτόνων,
5εἰ δὲ Γαληναίη, λιπαρὴ θεός, οὖλος ἐρέσσων
ποσσί νιν, ὥστ᾽ ἔργωι τοὔνομα συμφέρεται,
ἔστ᾽ ἔπεσον παρὰ θῖνας Ἰουλίδας, ὄφρα γένωμαι
σοὶ τὸ περίσκεπτον παίγνιον, Ἀρσινόη,
μηδέ μοι ἐν θαλάμηισιν ἔθ᾽ ὡς πάρος, εἰμὶ γὰρ ἄπνους,
10 τίκτηται νοτερῆισ᾽ ὤεον ἁλκυονίς.
Κλεινίου ἀλλὰ θυγατρὶ δίδου χάριν, οἶδε γὰρ ἐσθλά
ῥέζειν καὶ Σμύρνης ἐστὶν ἀπ᾽ Αἰολίδος.