εἰ μὲν ἑκὼν Ἀρχῖν᾽ ἐπεκώμασα, μυρία μέμφου,
εἰ δ᾽ ἄκων ἥκω, τὴν προπέτειαν ἔα.
Ακρητος καὶ Ἔρως μ᾽ ἠνάγκασαν, ὧν ὃ μὲν αὐτῶν
εἷλκεν, ὃ δ᾽ οὐκ εἴα τὴν προπέτειαν ἐᾶν.
5ἐλθὼν δ᾽ οὐκ ἐβόησα, τίς ἢ τίνος, ἀλλ᾽ ἐφίλησα
τὴν φλιήν: εἰ τοῦτ᾽ ἔστ᾽ ἀδίκημ᾽, ἀδικέω.