previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Ἐγὼ δὲ καὶ τἆλλα μὲν ἐπῄνουν τῆς γραφῆς, ἅτε δὲ ὢν ἐρωτικὸς περιεργότερον ἔβλεπον τὸν ἄγοντα τὸν βοῦν Ἔρωτα καὶοἷονεἶπονἄρχει βρέφος οὐρανοῦ καὶ γῆς καὶ θαλάττης.’ Ταῦτά μου λέγοντος [p. 40] νεανίσκος καὶ αὐτὸς παρεστὼςἐγὼ ταῦτ̓ ἂν ἐδείκνυν[2] ἔφητοσαύτας ὕβρεις ἐξ ἔρωτος παθών.’ ‘Καὶ τί πέπονθαςεἶπον, ‘ὦγαθέ; καὶ γὰρ ὁρῶ σε τὴν ὄψιν οὐ μακρὰν ὄντα τῆς τοῦ θεοῦ τελετῆς.’ ‘Σμῆνος ἀνεγείρειςεἶπελόγων: τὰ γὰρ ἐμὰ μύθοις ἔοικε.’ ‘Μὴ κατοκνήσῃς, βέλτιστεἔφην, ‘πρὸς τοῦ Διὸς καὶ τοῦ Ἔρωτος αὐτοῦ, ταύτῃ μᾶλλον ἥσειν, [3] εἰ καὶ μύθοις ἔοικε.’ Καὶ ταῦτα δὴ λέγων δεξιοῦμαί τε αὐτὸν καὶ ἐπί τινος ἄλσους ἄγω γείτονος, ἔνθα πλάτανοι μὲν ἐπεφύκεσαν πολλαὶ καὶ πυκναί, παρέρρει δὲ ὕδωρ ψυχρόν τε καὶ διαυγές, οἷον ἀπὸ χιόνος ἄρτι λυθείσης ἔρχεται. Καθίσας οὖν αὐτὸν ἐπί τινος θώκου χαμαιζήλου καὶ αὐτὸς παρακαθισάμενοςὥρα μοιἔφηντῆς τῶν λόγων ἀκροάσεως: πάντως δ̓ τόπος ἡδὺς καὶ μύθων ἄξιος ἐρωτικῶν.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: