previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Μετὰ δὲ τὴν ταφὴν εὐθὺς ἔσπευδον ἐπὶ τὴν κόρην: δὲ ἦν ἐν τῷ παραδείσῳ τῆς οἰκίας. δὲ παράδεισος ἄλσος ἦν, μέγα τι χρῆμα πρὸς ὀφθαλμῶν ἡδονήν: καὶ περὶ τὸ ἄλσος τειχίον ἦν αὔταρκες εἰς ὕψος καὶ ἑκάστη πλευρὰ τοῦ τειχίουτέσσαρες δὲ ἦσαν πλευραὶκατάστεγος ὑπὸ χορῷ κιόνων: ὑπὸ δὲ τοῖς κίοσιν ἔνδον ἦν τῶν δένδρων πανήγυρις. [2] Ἔθαλλον οἱ κλάδοι, συνέπιπτον ἀλλήλοις ἄλλος ἐπ̓ ἄλλον, ἐγίνοντο τῶν πετάλων περιπλοκαί, τῶν φύλλων [p. 54] περιβολαί, τῶν καρπῶν συμπλοκαί: τοιαύτη τις ἦν ὁμιλία τῶν φυτῶν. [3] Ἐνίοις δὲ τῶν δένδρων τῶν ἁδροτέρων κιττὸς καὶ σμῖλαξ περιεπεφύκει, μὲν ἐξηρτημένη πλατάνου καὶ περιπυκάζουσα ῥαδινῇ τῇ κόμῃ: δὲ κιττὸς περὶ πεύκην ἑλιχθεὶς ᾠκειοῦτο τὸ δένδρον ταῖς περιπλοκαῖς, καὶ ἐγίνετο τῷ κιττῷ ὄχημα τὸ φυτόν, στέφανος δὲ κιττὸς τοῦ φυτοῦ. [4] Ἄμπελοι δὲ ἑκατέρωθεν τοῦ δένδρου καλάμοις ἐποχούμεναι τοῖς φύλλοις ἔθαλλον, καὶ καρπὸς ὡραίαν εἶχε τὴν ἄνθην καὶ διὰ τῆς ὀπῆς τῶν καλάμων ἐξεκρέματο καὶ ἦν βόστρυχος τοῦ φυτοῦ: τῶν δὲ φύλλων ἄνωθεν αἰωρουμένων ὑφ̓ ἡλίῳ πρὸς ἄνεμον συμμιγεῖ ὠχρὰν ἐμάρμαιρεν γῆ τὴν σκιάν. [5] Τὰ δὲ ἄνθη ποικίλην ἔχοντα τὴν χρόαν ἐν μέρει συνεξέφαινε τὸ κάλλος, καὶ ἦν τοῦτο τῆς γῆς πορφύρα καὶ νάρκισσος καὶ ῥόδον. Μία μὲν τῷ ῥόδῳ καὶ τῷ ναρκίσσῳ κάλυξ ὅσον εἰς περιγραφήν, καὶ ἦν φιάλη τοῦ φυτοῦ: χρόα δὲ τῶν περὶ τὴν κάλυκα φύλλων ἐσχισμένων τῷ ῥόδῳ μὲν αἵματος ὁμοῦ καὶ γάλακτος, τὸ κάτω τοῦ φύλλου, καὶ νάρκισσος ἦν τὸ πᾶν ὅμοιος τῷ κάτω τοῦ ῥόδου. [6] Τῷ δὲ ἴῳ κάλυξ μὲν οὐδαμοῦ, χρόα δὲ οἵαν τῆς θαλάσσης ἀστράπτει γαλήνη. Ἐν μέσοις δὲ τοῖς ἄνθεσι πηγὴ ἀνέβλυζε καὶ περιεγέγραπτο τετράγωνος χαράδρα χειροποίητος τῷ ῥεύματι. Τὸ δὲ ὕδωρ τῶν ἀνθέων ἦν κάτοπτρον, ὡς δοκεῖν τὸ ἄλσος εἶναι διπλοῦν, τὸ μὲν τῆς ἀληθείας, τὸ δὲ τῆς σκιᾶς. [7] Ὄρνιθες δὲ οἱ μὲν χειροήθεις περὶ τὸ ἄλσος ἐνέμοντο καὶ οὓς ἐκολάκευον αἱ τῶν ἀνθρώπων τροφαί: οἱ δὲ ἐλεύθερον ἔχοντες τὸ πτερὸν περὶ τὰς τῶν δένδρων κορυφὰς ἔπαιζον: οἱ μὲν ᾄδοντες τὰ ὀρνίθων ᾄσματα, οἱ δὲ τῇ τῶν πτερῶν ἀγλαϊζόμενοι στολῇ. [8] Οἱ ᾠδοὶ δὲ τέττιγες [p. 55] καὶ χελιδόνες: οἱ μὲν τὴν Ἠοῦς ᾄδοντες εὐνήν, αἱ δὲ τὴν Τηρέως τράπεζαν: οἱ δὲ χειροήθεις ταῶς καὶ κύκνος καὶ ψιττακός: κύκνος περὶ τὰς τῶν ὑδάτων πίδακας νεμόμενος, ψιττακὸς ἐν οἰκίσκῳ περὶ δένδρον κρεμάμενος, ταῶς τοῖς ἄνθεσιν ἐπισύρων τὸ πτερόν. Ἀντέλαμπε δὲ τῶν ἀνθέων θέα τῇ τῶν ὀρνίθων χρόᾳ καὶ ἦν ἄνθη πτερῶν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: