previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Ταῦτα μὲν οὖν οὕτως ἐκώκυεν πατήρ: ἑτέρωθεν δὲ καθ̓ αὑτὸν Κλεινίας: καὶ ἦν θρήνων ἅμιλλα, ἐραστοῦ καὶ πατρός. ‘Ἐγώ μου τὸν δεσπότην ἀπολώλεκα. Τί γὰρ αὐτῷ τοιοῦτον δῶρον ἐχαριζόμην; φιάλη γὰρ οὐκ ἦν χρυσῆ, ἵν̓ ἐσπένδετο πίνων καὶ ἐχρῆτό μου τῷ δώρῳ τρυφῶν; [2] Ἐγὼ δὲ κακοδαίμων ἐχαριζόμην θηρίον μειρακίῳ καλῷ, ἐκαλλώπιζον δὲ καὶ τὸ πονηρὸν θηρίον προστερνιδίοις, προμετωπιδίοις, φαλάροις ἀργυροῖς, χρυσαῖς ἡνίαις. Οἴμοι Χαρίκλεις: ἐκόσμησά σου τὸν φονέα χρυσῷ. Ἵππε πάντων θηρίων ἀγριώτατε, πονηρὲ καὶ ἀχάριστε καὶ ἀναίσθητε κάλλους. [3] μὲν κατέψα σου τοὺς ἱδρῶτας καὶ τροφὰς ἐπηγγέλλετο πλείονας καὶ ἐπῄνει τὸν δρόμον, σὺ δὲ ἀπέκτεινας ἐπαινούμενος. Οὐχ ἥδου προσαπτομένου σου τοιούτου σώματος, οὐκ ἦν σοι τοιοῦτος ἱππεὺς τρυφή, ἀλλ̓ ἔρριψας, ἄστοργε, τὸ κάλλος χαμαί. Οἴμοι δυστυχής: ἐγώ σοι τὸν φονέα, τὸν ἀνδροφόνον ἐωνησάμην.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: